ἔξοχα δʼ ἐχθαίρῃσιν· ἀμείνω δʼ αἴσιμα πάντα.ἶσόν τοι κακόν ἐσθʼ, ὅς τʼ οὐκ ἐθέλοντα νέεσθαιξεῖνον ἐποτρύνει καὶ ὃς ἐσσύμενον κατερύκει.χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν.ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θείωκαλά, σὺ δʼ ὀφθαλμοῖσιν ἴδῃς, εἴπω δὲ γυναιξὶδεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.ἀμφότερον, κῦδός τε καὶ ἀγλαΐη καὶ ὄνειαρ,δειπνήσαντας ἴμεν πολλὴν ἐπʼ ἀπείρονα γαῖαν.εἰ δʼ ἐθέλεις τραφθῆναι ἀνʼ Ἑλλάδα καὶ μέσον Ἄργος,ὄφρα τοι αὐτὸς ἕπωμαι, ὑποζεύξω δέ τοι ἵππους,ἄστεα δʼ ἀνθρώπων ἡγήσομαι· οὐδέ τις ἡμέαςαὔτως ἀππέμψει, δώσει δέ τι ἕν γε φέρεσθαι,ἠέ τινα τριπόδων εὐχάλκων ἠὲ λεβήτων,ἠὲ δύʼ ἡμιόνους ἠὲ χρύσειον ἄλεισον.