Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Τηλέμαχον δʼ οὐχ ὕπνος ἔχε γλυκύς, ἀλλʼ ἐνὶ θυμῷ
  2. νύκτα διʼ ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν.
  3. ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·
  4. Τηλέμαχʼ, οὐκέτι καλὰ δόμων ἄπο τῆλʼ ἀλάλησαι,
  5. κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν
  6. οὕτω ὑπερφιάλους· μή τοι κατὰ πάντα φάγωσι
  7. κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.
  8. ἀλλʼ ὄτρυνε τάχιστα βοὴν ἀγαθὸν Μενέλαον
  9. πεμπέμεν, ὄφρʼ ἔτι οἴκοι ἀμύμονα μητέρα τέτμῃς.
  10. ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται
  11. Εὐρυμάχῳ γήμασθαι· ὁ γὰρ περιβάλλει ἅπαντας
  12. μνηστῆρας δώροισι καὶ ἐξώφελλεν ἔεδνα·
  13. μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται.
  14. οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός·
  15. κείνου βούλεται οἶκον ὀφέλλειν ὅς κεν ὀπυίῃ,
  16. παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο
  17. οὐκέτι μέμνηται τεθνηκότος οὐδὲ μεταλλᾷ.
  18. ἀλλὰ σύ γʼ ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκαστα
  19. δμῳάων ἥ τίς τοι ἀρίστη φαίνεται εἶναι,
  20. εἰς ὅ κέ τοι φήνωσι θεοὶ κυδρὴν παράκοιτιν.
  21. ἄλλο δέ τοί τι ἔπος ἐρέω, σὺ δὲ σύνθεο θυμῷ.
  22. μνηστήρων σʼ ἐπιτηδὲς ἀριστῆες λοχόωσιν
  23. ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης.
  24. ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι.
  25. ἀλλὰ τά γʼ οὐκ ὀΐω· πρὶν καί τινα γαῖα καθέξει
  26. ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
  27. ἀλλὰ ἑκὰς νήσων ἀπέχειν εὐεργέα νῆα,
  28. νυκτὶ δʼ ὁμῶς πλείειν· πέμψει δέ τοι οὖρον ὄπισθεν
  29. ἀθανάτων ὅς τίς σε φυλάσσει τε ῥύεταί τε.
  30. αὐτὰρ ἐπὴν πρώτην ἀκτὴν Ἰθάκης ἀφίκηαι,
  31. νῆα μὲν ἐς πόλιν ὀτρῦναι καὶ πάντας ἑταίρους,
  32. αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,
  33. ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδεν.
  34. ἔνθα δὲ νύκτʼ ἀέσαι· τὸν δʼ ὀτρῦναι πόλιν εἴσω
  35. ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,
  36. οὕνεκά οἱ σῶς ἐσσὶ καὶ ἐκ Πύλου εἰλήλουθας.
  37. ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,
  38. αὐτὰρ ὁ Νεστορίδην ἐξ ἡδέος ὕπνου ἔγειρεν
  39. λὰξ ποδὶ κινήσας, καί μιν πρὸς μῦθον ἔειπεν·
  40. ἔγρεο, Νεστορίδη Πεισίστρατε, μώνυχας ἵππους
  41. ζεῦξον ὑφʼ ἅρματʼ ἄγων, ὄφρα πρήσσωμεν ὁδοῖο.
  42. τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·
  43. Τηλέμαχʼ, οὔ πως ἔστιν ἐπειγομένους περ ὁδοῖο
  44. νύκτα διὰ δνοφερὴν ἐλάαν· τάχα δʼ ἔσσεται ἠώς.
  45. ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θήῃ
  46. ἥρως Ἀτρείδης, δουρικλειτὸς Μενέλαος,
  47. καὶ μύθοις ἀγανοῖσι παραυδήσας ἀποπέμψῃ.
  48. τοῦ γάρ τε ξεῖνος μιμνήσκεται ἤματα πάντα
  49. ἀνδρὸς ξεινοδόκου, ὅς κεν φιλότητα παράσχῃ.
  50. ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
  51. ἀγχίμολον δέ σφʼ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος,
  52. ἀνστὰς ἐξ εὐνῆς, Ἑλένης πάρα καλλικόμοιο.
  53. τὸν δʼ ὡς οὖν ἐνόησεν Ὀδυσσῆος φίλος υἱός,
  54. σπερχόμενός ῥα χιτῶνα περὶ χροῒ σιγαλόεντα
  55. δῦνεν, καὶ μέγα φᾶρος ἐπὶ στιβαροῖς βάλετʼ ὤμοις
  56. ἥρως, βῆ δὲ θύραζε, παριστάμενος δὲ προσηύδα
  57. Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·
  58. Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
  59. ἤδη νῦν μʼ ἀπόπεμπε φίλην ἐς πατρίδα γαῖαν·
  60. ἤδη γάρ μοι θυμὸς ἐέλδεται οἴκαδʼ ἱκέσθαι.
  61. τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος·
  62. Τηλέμαχʼ, οὔ τί σʼ ἐγώ γε πολὺν χρόνον ἐνθάδʼ ἐρύξω
  63. ἱέμενον νόστοιο· νεμεσσῶμαι δὲ καὶ ἄλλῳ
  64. ἀνδρὶ ξεινοδόκῳ, ὅς κʼ ἔξοχα μὲν φιλέῃσιν,
  65. ἔξοχα δʼ ἐχθαίρῃσιν· ἀμείνω δʼ αἴσιμα πάντα.
  66. ἶσόν τοι κακόν ἐσθʼ, ὅς τʼ οὐκ ἐθέλοντα νέεσθαι
  67. ξεῖνον ἐποτρύνει καὶ ὃς ἐσσύμενον κατερύκει.
  68. χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν.
  69. ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θείω
  70. καλά, σὺ δʼ ὀφθαλμοῖσιν ἴδῃς, εἴπω δὲ γυναιξὶ
  71. δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.
  72. ἀμφότερον, κῦδός τε καὶ ἀγλαΐη καὶ ὄνειαρ,
  73. δειπνήσαντας ἴμεν πολλὴν ἐπʼ ἀπείρονα γαῖαν.
  74. εἰ δʼ ἐθέλεις τραφθῆναι ἀνʼ Ἑλλάδα καὶ μέσον Ἄργος,
  75. ὄφρα τοι αὐτὸς ἕπωμαι, ὑποζεύξω δέ τοι ἵππους,
  76. ἄστεα δʼ ἀνθρώπων ἡγήσομαι· οὐδέ τις ἡμέας
  77. αὔτως ἀππέμψει, δώσει δέ τι ἕν γε φέρεσθαι,
  78. ἠέ τινα τριπόδων εὐχάλκων ἠὲ λεβήτων,
  79. ἠὲ δύʼ ἡμιόνους ἠὲ χρύσειον ἄλεισον.
  80. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  81. Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
  82. βούλομαι ἤδη νεῖσθαι ἐφʼ ἡμέτερʼ· οὐ γὰρ ὄπισθεν
  83. οὖρον ἰὼν κατέλειπον ἐπὶ κτεάτεσσιν ἐμοῖσιν·