Τηλέμαχʼ, οὔ τί σʼ ἐγώ γε πολὺν χρόνον ἐνθάδʼ ἐρύξωἱέμενον νόστοιο· νεμεσσῶμαι δὲ καὶ ἄλλῳἀνδρὶ ξεινοδόκῳ, ὅς κʼ ἔξοχα μὲν φιλέῃσιν,ἔξοχα δʼ ἐχθαίρῃσιν· ἀμείνω δʼ αἴσιμα πάντα.ἶσόν τοι κακόν ἐσθʼ, ὅς τʼ οὐκ ἐθέλοντα νέεσθαιξεῖνον ἐποτρύνει καὶ ὃς ἐσσύμενον κατερύκει.χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν.ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θείωκαλά, σὺ δʼ ὀφθαλμοῖσιν ἴδῃς, εἴπω δὲ γυναιξὶδεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.ἀμφότερον, κῦδός τε καὶ ἀγλαΐη καὶ ὄνειαρ,δειπνήσαντας ἴμεν πολλὴν ἐπʼ ἀπείρονα γαῖαν.εἰ δʼ ἐθέλεις τραφθῆναι ἀνʼ Ἑλλάδα καὶ μέσον Ἄργος,