Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. σπερχόμενός ῥα χιτῶνα περὶ χροῒ σιγαλόεντα
  2. δῦνεν, καὶ μέγα φᾶρος ἐπὶ στιβαροῖς βάλετʼ ὤμοις
  3. ἥρως, βῆ δὲ θύραζε, παριστάμενος δὲ προσηύδα
  4. Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·
  5. Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
  6. ἤδη νῦν μʼ ἀπόπεμπε φίλην ἐς πατρίδα γαῖαν·