Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θήῃ
  2. ἥρως Ἀτρείδης, δουρικλειτὸς Μενέλαος,
  3. καὶ μύθοις ἀγανοῖσι παραυδήσας ἀποπέμψῃ.
  4. τοῦ γάρ τε ξεῖνος μιμνήσκεται ἤματα πάντα
  5. ἀνδρὸς ξεινοδόκου, ὅς κεν φιλότητα παράσχῃ.
  6. ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
  7. ἀγχίμολον δέ σφʼ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος,
  8. ἀνστὰς ἐξ εὐνῆς, Ἑλένης πάρα καλλικόμοιο.
  9. τὸν δʼ ὡς οὖν ἐνόησεν Ὀδυσσῆος φίλος υἱός,
  10. σπερχόμενός ῥα χιτῶνα περὶ χροῒ σιγαλόεντα
  11. δῦνεν, καὶ μέγα φᾶρος ἐπὶ στιβαροῖς βάλετʼ ὤμοις
  12. ἥρως, βῆ δὲ θύραζε, παριστάμενος δὲ προσηύδα
  13. Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·
  14. Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
  15. ἤδη νῦν μʼ ἀπόπεμπε φίλην ἐς πατρίδα γαῖαν·
  16. ἤδη γάρ μοι θυμὸς ἐέλδεται οἴκαδʼ ἱκέσθαι.
  17. τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος·
  18. Τηλέμαχʼ, οὔ τί σʼ ἐγώ γε πολὺν χρόνον ἐνθάδʼ ἐρύξω
  19. ἱέμενον νόστοιο· νεμεσσῶμαι δὲ καὶ ἄλλῳ
  20. ἀνδρὶ ξεινοδόκῳ, ὅς κʼ ἔξοχα μὲν φιλέῃσιν,
  21. ἔξοχα δʼ ἐχθαίρῃσιν· ἀμείνω δʼ αἴσιμα πάντα.
  22. ἶσόν τοι κακόν ἐσθʼ, ὅς τʼ οὐκ ἐθέλοντα νέεσθαι