Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δαῖτʼ ἀγαθὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο.
  2. τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·
  3. πῆ γὰρ ἐγώ, φίλε τέκνον, ἴω; τεῦ δώμαθʼ ἵκωμαι
  4. ἀνδρῶν οἳ κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν;
  5. ἦ ἰθὺς σῆς μητρὸς ἴω καὶ σοῖο δόμοιο;
  6. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  7. ἄλλως μέν σʼ ἂν ἐγώ γε καὶ ἡμέτερόνδε κελοίμην
  8. ἔρχεσθʼ· οὐ γάρ τι ξενίων ποθή· ἀλλὰ σοὶ αὐτῷ
  9. χεῖρον, ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι, οὐδέ σε μήτηρ
  10. ὄψεται· οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσʼ ἐνὶ οἴκῳ
  11. φαίνεται, ἀλλʼ ἀπὸ τῶν ὑπερωΐῳ ἱστὸν ὑφαίνει.
  12. ἀλλά τοι ἄλλον φῶτα πιφαύσκομαι ὅν κεν ἵκοιο,
  13. Εὐρύμαχον, Πολύβοιο δαΐφρονος ἀγλαὸν υἱόν,
  14. τὸν νῦν ἶσα θεῷ Ἰθακήσιοι εἰσορόωσι·
  15. καὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ μέμονέν τε μάλιστα
  16. μητέρʼ ἐμὴν γαμέειν καὶ Ὀδυσσῆος γέρας ἕξειν.
  17. ἀλλὰ τά γε Ζεὺς οἶδεν Ὀλύμπιος, αἰθέρι ναίων,
  18. εἴ κέ σφι πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ.
  19. ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,
  20. κίρκος, Ἀπόλλωνος ταχὺς ἄγγελος· ἐν δὲ πόδεσσι
  21. τίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χεῦεν ἔραζε
  22. μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο.
  23. τὸν δὲ Θεοκλύμενος ἑτάρων ἀπονόσφι καλέσσας
  24. ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  25. Τηλέμαχʼ, οὔ τοι ἄνευ θεοῦ ἔπτατο δεξιὸς ὄρνις
  26. ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα.
  27. ὑμετέρου δʼ οὐκ ἔστι γένος βασιλεύτερον ἄλλο
  28. ἐν δήμῳ Ἰθάκης, ἀλλʼ ὑμεῖς καρτεροὶ αἰεί.
  29. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  30. αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
  31. τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
  32. ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
  33. ἦ καὶ Πείραιον προσεφώνεε, πιστὸν ἑταῖρον·
  34. Πείραιε Κλυτίδη, σὺ δέ μοι τά περ ἄλλα μάλιστα
  35. πείθῃ ἐμῶν ἑτάρων, οἵ μοι Πύλον εἰς ἅμʼ ἕποντο·
  36. καὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσιν
  37. ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.
  38. τὸν δʼ αὖ Πείραιος δουρικλυτὸς ἀντίον ηὔδα·
  39. Τηλέμαχʼ, εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοι,
  40. τόνδε τʼ ἐγὼ κομιῶ, ξενίων δέ οἱ οὐ ποθὴ ἔσται.
  41. ὣς εἰπὼν ἐπὶ νηὸς ἔβη, ἐκέλευσε δʼ ἑταίρους
  42. αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
  43. οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.
  44. Τηλέμαχος δʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
  45. εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ,
  46. νηὸς ἀπʼ ἰκριόφιν· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν.
  47. οἱ μὲν ἀνώσαντες πλέον ἐς πόλιν, ὡς ἐκέλευσε
  48. Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·
  49. τὸν δʼ ὦκα προβιβάντα πόδες φέρον, ὄφρʼ ἵκετʼ αὐλήν,
  50. ἔνθα οἱ ἦσαν ὕες μάλα μυρίαι, ᾗσι συβώτης
  51. ἐσθλὸς ἐὼν ἐνίαυεν, ἀνάκτεσιν ἤπια εἰδώς,
  1. τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
  2. ἐντύνοντο ἄριστον ἅμʼ ἠοῖ, κηαμένω πῦρ,
  3. ἔκπεμψάν τε νομῆας ἅμʼ ἀγρομένοισι σύεσσι·
  4. Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι,
  5. οὐδʼ ὕλαον προσιόντα. νόησε δὲ δῖος Ὀδυσσεὺς
  6. σαίνοντάς τε κύνας, περί τε κτύπος ἦλθε ποδοῖϊν.
  7. αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·
  8. Εὔμαιʼ, ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδʼ ἑταῖρος
  9. ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν,
  10. ἀλλὰ περισσαίνουσι· ποδῶν δʼ ὑπὸ δοῦπον ἀκούω.
  11. οὔ πω πᾶν εἴρητο ἔπος, ὅτε οἱ φίλος υἱὸς
  12. ἔστη ἐνὶ προθύροισι. ταφὼν δʼ ἀνόρουσε συβώτης,
  13. ἐκ δʼ ἄρα οἱ χειρῶν πέσον ἄγγεα, τοῖς ἐπονεῖτο,
  14. κιρνὰς αἴθοπα οἶνον. ὁ δʼ ἀντίος ἦλθεν ἄνακτος,
  15. κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ
  16. χεῖράς τʼ ἀμφοτέρας· θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.
  17. ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζῃ
  18. ἐλθόντʼ ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ,
  19. μοῦνον τηλύγετον, τῷ ἔπʼ ἄλγεα πολλὰ μογήσῃ,
  20. ὣς τότε Τηλέμαχον θεοειδέα δῖος ὑφορβὸς
  21. πάντα κύσεν περιφύς, ὡς ἐκ θανάτοιο φυγόντα·
  22. καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
  23. ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ γε
  24. ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε.
  25. ἀλλʼ ἄγε νῦν εἴσελθε, φίλον τέκος, ὄφρα σε θυμῷ
  26. τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα.
  27. οὐ μὲν γάρ τι θάμʼ ἀγρὸν ἐπέρχεαι οὐδὲ νομῆας,
  28. ἀλλʼ ἐπιδημεύεις· ὣς γάρ νύ τοι εὔαδε θυμῷ,