Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·
  2. ὑμεῖς μὲν νῦν ἄστυδʼ ἐλαύνετε νῆα μέλαιναν,
  3. αὐτὰρ ἐγὼν ἀγροὺς ἐπιείσομαι ἠδὲ βοτῆρας·
  4. ἑσπέριος δʼ εἰς ἄστυ ἰδὼν ἐμὰ ἔργα κάτειμι.
  5. ἠῶθεν δέ κεν ὔμμιν ὁδοιπόριον παραθείμην,
  6. δαῖτʼ ἀγαθὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο.
  7. τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·
  8. πῆ γὰρ ἐγώ, φίλε τέκνον, ἴω; τεῦ δώμαθʼ ἵκωμαι
  9. ἀνδρῶν οἳ κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν;
  10. ἦ ἰθὺς σῆς μητρὸς ἴω καὶ σοῖο δόμοιο;
  11. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·