Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὕτω τήνδε τε γαῖαν ἐγὼν ἴδον ὀφθαλμοῖσι.
  2. τὸν δʼ αὖ διογενὴς Ὀδυσεὺς ἠμείβετο μύθῳ·
  3. Εὔμαιʼ, ἦ μάλα δή μοι ἐνὶ φρεσὶ θυμὸν ὄρινας
  4. ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἄλγεα θυμῷ.
  5. ἀλλʼ ἦ τοι σοὶ μὲν παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε
  6. Ζεύς, ἐπεὶ ἀνδρὸς δώματʼ ἀφίκεο πολλὰ μογήσας
  7. ἠπίου, ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τε
  8. ἐνδυκέως, ζώεις δʼ ἀγαθὸν βίον· αὐτὰρ ἐγώ γε
  9. πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος ἐνθάδʼ ἱκάνω.
  10. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  11. καδδραθέτην δʼ οὐ πολλὸν ἐπὶ χρόνον, ἀλλὰ μίνυνθα·
  12. αἶψα γὰρ Ἠὼς ἦλθεν ἐΰθρονος. οἱ δʼ ἐπὶ χέρσου
  13. Τηλεμάχου ἕταροι λύον ἱστία, κὰδ δʼ ἕλον ἱστὸν
  14. καρπαλίμως, τὴν δʼ εἰς ὅρμον προέρυσσαν ἐρετμοῖς·
  15. ἐκ δʼ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσιʼ ἔδησαν·
  16. ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,
  17. δεῖπνόν τʼ ἐντύνοντο κερῶντό τε αἴθοπα οἶνον.
  18. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  19. τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·
  20. ὑμεῖς μὲν νῦν ἄστυδʼ ἐλαύνετε νῆα μέλαιναν,
  21. αὐτὰρ ἐγὼν ἀγροὺς ἐπιείσομαι ἠδὲ βοτῆρας·
  22. ἑσπέριος δʼ εἰς ἄστυ ἰδὼν ἐμὰ ἔργα κάτειμι.
  23. ἠῶθεν δέ κεν ὔμμιν ὁδοιπόριον παραθείμην,
  24. δαῖτʼ ἀγαθὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο.
  25. τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·
  26. πῆ γὰρ ἐγώ, φίλε τέκνον, ἴω; τεῦ δώμαθʼ ἵκωμαι
  27. ἀνδρῶν οἳ κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν;
  28. ἦ ἰθὺς σῆς μητρὸς ἴω καὶ σοῖο δόμοιο;
  29. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  30. ἄλλως μέν σʼ ἂν ἐγώ γε καὶ ἡμέτερόνδε κελοίμην
  31. ἔρχεσθʼ· οὐ γάρ τι ξενίων ποθή· ἀλλὰ σοὶ αὐτῷ
  32. χεῖρον, ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι, οὐδέ σε μήτηρ
  33. ὄψεται· οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσʼ ἐνὶ οἴκῳ
  34. φαίνεται, ἀλλʼ ἀπὸ τῶν ὑπερωΐῳ ἱστὸν ὑφαίνει.
  35. ἀλλά τοι ἄλλον φῶτα πιφαύσκομαι ὅν κεν ἵκοιο,
  36. Εὐρύμαχον, Πολύβοιο δαΐφρονος ἀγλαὸν υἱόν,
  37. τὸν νῦν ἶσα θεῷ Ἰθακήσιοι εἰσορόωσι·
  38. καὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ μέμονέν τε μάλιστα
  39. μητέρʼ ἐμὴν γαμέειν καὶ Ὀδυσσῆος γέρας ἕξειν.
  40. ἀλλὰ τά γε Ζεὺς οἶδεν Ὀλύμπιος, αἰθέρι ναίων,
  41. εἴ κέ σφι πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ.
  42. ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,
  43. κίρκος, Ἀπόλλωνος ταχὺς ἄγγελος· ἐν δὲ πόδεσσι
  44. τίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χεῦεν ἔραζε
  45. μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο.
  46. τὸν δὲ Θεοκλύμενος ἑτάρων ἀπονόσφι καλέσσας
  47. ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  48. Τηλέμαχʼ, οὔ τοι ἄνευ θεοῦ ἔπτατο δεξιὸς ὄρνις
  49. ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα.
  50. ὑμετέρου δʼ οὐκ ἔστι γένος βασιλεύτερον ἄλλο
  51. ἐν δήμῳ Ἰθάκης, ἀλλʼ ὑμεῖς καρτεροὶ αἰεί.
  52. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  53. αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
  54. τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
  55. ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
  56. ἦ καὶ Πείραιον προσεφώνεε, πιστὸν ἑταῖρον·
  57. Πείραιε Κλυτίδη, σὺ δέ μοι τά περ ἄλλα μάλιστα
  58. πείθῃ ἐμῶν ἑτάρων, οἵ μοι Πύλον εἰς ἅμʼ ἕποντο·
  59. καὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσιν
  60. ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.
  61. τὸν δʼ αὖ Πείραιος δουρικλυτὸς ἀντίον ηὔδα·
  62. Τηλέμαχʼ, εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοι,
  63. τόνδε τʼ ἐγὼ κομιῶ, ξενίων δέ οἱ οὐ ποθὴ ἔσται.
  64. ὣς εἰπὼν ἐπὶ νηὸς ἔβη, ἐκέλευσε δʼ ἑταίρους
  65. αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
  66. οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.
  67. Τηλέμαχος δʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
  68. εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ,
  69. νηὸς ἀπʼ ἰκριόφιν· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν.
  70. οἱ μὲν ἀνώσαντες πλέον ἐς πόλιν, ὡς ἐκέλευσε
  71. Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·
  72. τὸν δʼ ὦκα προβιβάντα πόδες φέρον, ὄφρʼ ἵκετʼ αὐλήν,
  73. ἔνθα οἱ ἦσαν ὕες μάλα μυρίαι, ᾗσι συβώτης
  74. ἐσθλὸς ἐὼν ἐνίαυεν, ἀνάκτεσιν ἤπια εἰδώς,
  1. τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
  2. ἐντύνοντο ἄριστον ἅμʼ ἠοῖ, κηαμένω πῦρ,
  3. ἔκπεμψάν τε νομῆας ἅμʼ ἀγρομένοισι σύεσσι·
  4. Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι,
  5. οὐδʼ ὕλαον προσιόντα. νόησε δὲ δῖος Ὀδυσσεὺς
  6. σαίνοντάς τε κύνας, περί τε κτύπος ἦλθε ποδοῖϊν.
  7. αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·
  8. Εὔμαιʼ, ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδʼ ἑταῖρος
  9. ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν,
  10. ἀλλὰ περισσαίνουσι· ποδῶν δʼ ὑπὸ δοῦπον ἀκούω.
  11. οὔ πω πᾶν εἴρητο ἔπος, ὅτε οἱ φίλος υἱὸς
  12. ἔστη ἐνὶ προθύροισι. ταφὼν δʼ ἀνόρουσε συβώτης,
  13. ἐκ δʼ ἄρα οἱ χειρῶν πέσον ἄγγεα, τοῖς ἐπονεῖτο,
  14. κιρνὰς αἴθοπα οἶνον. ὁ δʼ ἀντίος ἦλθεν ἄνακτος,
  15. κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ
  16. χεῖράς τʼ ἀμφοτέρας· θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.
  17. ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζῃ
  18. ἐλθόντʼ ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ,
  19. μοῦνον τηλύγετον, τῷ ἔπʼ ἄλγεα πολλὰ μογήσῃ,
  20. ὣς τότε Τηλέμαχον θεοειδέα δῖος ὑφορβὸς
  21. πάντα κύσεν περιφύς, ὡς ἐκ θανάτοιο φυγόντα·
  22. καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
  23. ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ γε
  24. ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε.
  25. ἀλλʼ ἄγε νῦν εἴσελθε, φίλον τέκος, ὄφρα σε θυμῷ
  26. τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα.
  27. οὐ μὲν γάρ τι θάμʼ ἀγρὸν ἐπέρχεαι οὐδὲ νομῆας,
  28. ἀλλʼ ἐπιδημεύεις· ὣς γάρ νύ τοι εὔαδε θυμῷ,
  29. ἀνδρῶν μνηστήρων ἐσορᾶν ἀΐδηλον ὅμιλον.
  30. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  31. ἔσσεται οὕτως, ἄττα· σέθεν δʼ ἕνεκʼ ἐνθάδʼ ἱκάνω,
  32. ὄφρα σέ τʼ ὀφθαλμοῖσιν ἴδω καὶ μῦθον ἀκούσω,
  33. ἤ μοι ἔτʼ ἐν μεγάροις μήτηρ μένει, ἦέ τις ἤδη
  34. ἀνδρῶν ἄλλος ἔγημεν, Ὀδυσσῆος δέ που εὐνὴ
  35. χήτει ἐνευναίων κάκʼ ἀράχνια κεῖται ἔχουσα.
  36. τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·
  37. καὶ λίην κείνη γε μένει τετληότι θυμῷ
  38. σοῖσιν ἐνὶ μεγάροισιν· ὀϊζυραὶ δέ οἱ αἰεὶ
  39. φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
  40. ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος·
  41. αὐτὰρ ὅ γʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.
  42. τῷ δʼ ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν Ὀδυσσεύς·
  43. Τηλέμαχος δʼ ἑτέρωθεν ἐρήτυε φώνησέν τε·
  44. ἧσʼ, ὦ ξεῖνʼ· ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην
  45. σταθμῷ ἐν ἡμετέρῳ· πάρα δʼ ἀνὴρ ὃς καταθήσει.
  46. ὣς φάθʼ, ὁ δʼ αὖτις ἰὼν κατʼ ἄρʼ ἕζετο· τῷ δὲ συβώτης.
  47. χεῦεν ὕπο χλωρὰς ῥῶπας καὶ κῶας ὕπερθεν·
  48. ἔνθα καθέζετʼ ἔπειτα Ὀδυσσῆος φίλος υἱός.
  49. τοῖσιν δʼ αὖ κρειῶν πίνακας παρέθηκε συβώτης
  50. ὀπταλέων, ἅ ῥα τῇ προτέρῃ ὑπέλειπον ἔδοντες,
  51. σῖτον δʼ ἐσσυμένως παρενήνεεν ἐν κανέοισιν,
  52. ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον·
  53. αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο.
  54. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  55. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  56. δὴ τότε Τηλέμαχος προσεφώνεε δῖον ὑφορβόν·
  57. ἄττα, πόθεν τοι ξεῖνος ὅδʼ ἵκετο; πῶς δέ ἑ ναῦται
  58. ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
  59. οὐ μὲν γάρ τί ἑ πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.
  60. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  61. τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω.
  62. ἐκ μὲν Κρητάων γένος εὔχεται εὐρειάων,
  63. φησὶ δὲ πολλὰ βροτῶν ἐπὶ ἄστεα δινηθῆναι
  64. πλαζόμενος· ὣς γάρ οἱ ἐπέκλωσεν τά γε δαίμων.
  65. νῦν αὖ Θεσπρωτῶν ἀνδρῶν ἐκ νηὸς ἀποδρὰς
  66. ἤλυθʼ ἐμὸν πρὸς σταθμόν, ἐγὼ δέ τοι ἐγγυαλίξω·
  67. ἔρξον ὅπως ἐθέλεις· ἱκέτης δέ τοι εὔχεται εἶναι.
  68. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  69. Εὔμαιʼ, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·
  70. πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ;
  71. αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθα
  72. ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ·
  73. μητρὶ δʼ ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,
  74. ἢ αὐτοῦ παρʼ ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ,
  75. εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,
  76. ἦ ἤδη ἅμʼ ἕπηται Ἀχαιῶν ὅς τις ἄριστος
  77. μνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρῃσιν.
  78. ἀλλʼ ἦ τοὶ τὸν ξεῖνον, ἐπεὶ τεὸν ἵκετο δῶμα,
  79. ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,
  80. δώσω δὲ ξίφος ἄμφηκες καὶ ποσσὶ πέδιλα,
  81. πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.
  82. εἰ δʼ ἐθέλεις, σὺ κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας·
  83. εἵματα δʼ ἐνθάδʼ ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα
  84. ἔδμεναι, ὡς ἂν μή σε κατατρύχῃ καὶ ἑταίρους.
  85. κεῖσε δʼ ἂν οὔ μιν ἐγώ γε μετὰ μνηστῆρας ἐῷμι
  86. ἔρχεσθαι· λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι·
  87. μή μιν κερτομέωσιν, ἐμοὶ δʼ ἄχος ἔσσεται αἰνόν.
  88. πρῆξαι δʼ ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα
  89. ἄνδρα καὶ ἴφθιμον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.
  90. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  91. ὦ φίλʼ, ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν,
  92. ἦ μάλα μευ καταδάπτετʼ ἀκούοντος φίλον ἦτορ,
  93. οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι
  94. ἐν μεγάροις, ἀέκητι σέθεν τοιούτου ἐόντος.
  95. εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ