Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·
  2. Τηλέμαχʼ, οὔ πως ἔστιν ἐπειγομένους περ ὁδοῖο
  3. νύκτα διὰ δνοφερὴν ἐλάαν· τάχα δʼ ἔσσεται ἠώς.
  4. ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θήῃ
  5. ἥρως Ἀτρείδης, δουρικλειτὸς Μενέλαος,
  6. καὶ μύθοις ἀγανοῖσι παραυδήσας ἀποπέμψῃ.
  7. τοῦ γάρ τε ξεῖνος μιμνήσκεται ἤματα πάντα