τὴν δʼ ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον.πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒεὐνῇ καὶ φιλότητι, τά τε φρένας ἠπεροπεύειθηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.εἰρώτα δὴ ἔπειτα τίς εἴη καὶ πόθεν ἔλθοι·ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ·ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι,κούρη δʼ εἴμʼ Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο·ἀλλά μʼ ἀνήρπαξαν Τάφιοι ληΐστορες ἄνδρεςἀγρόθεν ἐρχομένην, πέρασαν δέ τε δεῦρʼ ἀγαγόντεςτοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ· ὁ δʼ ἄξιον ὦνον ἔδωκε.τὴν δʼ αὖτε προσέειπεν ἀνήρ, ὃς ἐμίσγετο λάθρη·ἦ ῥά κε νῦν πάλιν αὖτις ἅμʼ ἡμῖν οἴκαδʼ ἕποιο,