ἔσκε δὲ πατρὸς ἐμοῖο γυνὴ Φοίνισσʼ ἐνὶ οἴκῳ,καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργα ἰδυῖα·τὴν δʼ ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον.πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒεὐνῇ καὶ φιλότητι, τά τε φρένας ἠπεροπεύειθηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.εἰρώτα δὴ ἔπειτα τίς εἴη καὶ πόθεν ἔλθοι·ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ·ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι,κούρη δʼ εἴμʼ Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο·ἀλλά μʼ ἀνήρπαξαν Τάφιοι ληΐστορες ἄνδρεςἀγρόθεν ἐρχομένην, πέρασαν δέ τε δεῦρʼ ἀγαγόντεςτοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ· ὁ δʼ ἄξιον ὦνον ἔδωκε.τὴν δʼ αὖτε προσέειπεν ἀνήρ, ὃς ἐμίσγετο λάθρη·ἦ ῥά κε νῦν πάλιν αὖτις ἅμʼ ἡμῖν οἴκαδʼ ἕποιο,ὄφρα ἴδῃ πατρὸς καὶ μητέρος ὑψερεφὲς δῶαὐτούς τʼ; ἦ γὰρ ἔτʼ εἰσὶ καὶ ἀφνειοὶ καλέονται.τὸν δʼ αὖτε προσέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·εἴη κεν καὶ τοῦτʼ, εἴ μοι ἐθέλοιτέ γε, ναῦται,ὅρκῳ πιστωθῆναι ἀπήμονά μʼ οἴκαδʼ ἀπάξειν.ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπώμνυον ὡς ἐκέλευεν.αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,τοῖς δʼ αὖτις μετέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·σιγῇ νῦν, μή τίς με προσαυδάτω ἐπέεσσινὑμετέρων ἑτάρων, ξυμβλήμενος ἢ ἐν ἀγυιῇ,ἤ που ἐπὶ κρήνῃ· μή τις ποτὶ δῶμα γέροντιἐλθὼν ἐξείπῃ, ὁ δʼ ὀϊσάμενος καταδήσῃδεσμῷ ἐν ἀργαλέῳ, ὑμῖν δʼ ἐπιφράσσετʼ ὄλεθρον.ἀλλʼ ἔχετʼ ἐν φρεσὶ μῦθον, ἐπείγετε δʼ ὦνον ὁδαίων.ἀλλʼ ὅτε κεν δὴ νηῦς πλείη βιότοιο γένηται,ἀγγελίη μοι ἔπειτα θοῶς ἐς δώμαθʼ ἱκέσθω·οἴσω γὰρ καὶ χρυσόν, ὅτις χʼ ὑποχείριος ἔλθῃ·καὶ δέ κεν ἄλλʼ ἐπίβαθρον ἐγὼν ἐθέλουσά γε δοίην.παῖδα γὰρ ἀνδρὸς ἑῆος ἐνὶ μεγάροις ἀτιτάλλω,κερδαλέον δὴ τοῖον, ἅμα τροχόωντα θύραζε·τόν κεν ἄγοιμʼ ἐπὶ νηός, ὁ δʼ ὑμῖν μυρίον ὦνονἄλφοι, ὅπῃ περάσητε κατʼ ἀλλοθρόους ἀνθρώπους.ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς δώματα καλά,οἱ δʼ ἐνιαυτὸν ἅπαντα παρʼ ἡμῖν αὖθι μένοντεςἐν νηῒ γλαφυρῇ βίοτον πολὺν ἐμπολόωντο.ἀλλʼ ὅτε δὴ κοίλη νηῦς ἤχθετο τοῖσι νέεσθαι,καὶ τότʼ ἄρʼ ἄγγελον ἧκαν, ὃς ἀγγείλειε γυναικί.ἤλυθʼ ἀνὴρ πολύϊδρις ἐμοῦ πρὸς δώματα πατρὸςχρύσεον ὅρμον ἔχων, μετὰ δʼ ἠλέκτροισιν ἔερτο.τὸν μὲν ἄρʼ ἐν μεγάρῳ δμῳαὶ καὶ πότνια μήτηρχερσίν τʼ ἀμφαφόωντο καὶ ὀφθαλμοῖσιν ὁρῶντο,ὦνον ὑπισχόμεναι· ὁ δὲ τῇ κατένευσε σιωπῇ.ἦ τοι ὁ καννεύσας κοίλην ἐπὶ νῆα βεβήκει,ἡ δʼ ἐμὲ χειρὸς ἑλοῦσα δόμων ἐξῆγε θύραζε.εὗρε δʼ ἐνὶ προδόμῳ ἠμὲν δέπα ἠδὲ τραπέζαςἀνδρῶν δαιτυμόνων, οἵ μευ πατέρʼ ἀμφεπένοντο.οἱ μὲν ἄρʼ ἐς θῶκον πρόμολον, δήμοιό τε φῆμιν,ἡ δʼ αἶψα τρίʼ ἄλεισα κατακρύψασʼ ὑπὸ κόλπῳἔκφερεν· αὐτὰρ ἐγὼν ἑπόμην ἀεσιφροσύνῃσι.δύσετό τʼ ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί·ἡμεῖς δʼ ἐς λιμένα κλυτὸν ἤλθομεν ὦκα κιόντες,ἔνθʼ ἄρα Φοινίκων ἀνδρῶν ἦν ὠκύαλος νηῦς.