Κτήσιος Ὀρμενίδης, ἐπιείκελος ἀθανάτοισιν.ἔνθα δὲ Φοίνικες ναυσίκλυτοι ἤλυθον ἄνδρες,τρῶκται, μυρίʼ ἄγοντες ἀθύρματα νηῒ μελαίνῃ.ἔσκε δὲ πατρὸς ἐμοῖο γυνὴ Φοίνισσʼ ἐνὶ οἴκῳ,καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργα ἰδυῖα·τὴν δʼ ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον.πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒεὐνῇ καὶ φιλότητι, τά τε φρένας ἠπεροπεύειθηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.εἰρώτα δὴ ἔπειτα τίς εἴη καὶ πόθεν ἔλθοι·ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ·ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι,κούρη δʼ εἴμʼ Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο·ἀλλά μʼ ἀνήρπαξαν Τάφιοι ληΐστορες ἄνδρεςἀγρόθεν ἐρχομένην, πέρασαν δέ τε δεῦρʼ ἀγαγόντεςτοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ· ὁ δʼ ἄξιον ὦνον ἔδωκε.