πείνη δʼ οὔ ποτε δῆμον ἐσέρχεται, οὐδέ τις ἄλληνοῦσος ἐπὶ στυγερὴ πέλεται δειλοῖσι βροτοῖσιν·ἀλλʼ ὅτε γηράσκωσι πόλιν κάτα φῦλʼ ἀνθρώπων,ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξὺνοἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν.ἔνθα δύω πόλιες, δίχα δέ σφισι πάντα δέδασται·τῇσιν δʼ ἀμφοτέρῃσι πατὴρ ἐμὸς ἐμβασίλευε,Κτήσιος Ὀρμενίδης, ἐπιείκελος ἀθανάτοισιν.ἔνθα δὲ Φοίνικες ναυσίκλυτοι ἤλυθον ἄνδρες,τρῶκται, μυρίʼ ἄγοντες ἀθύρματα νηῒ μελαίνῃ.ἔσκε δὲ πατρὸς ἐμοῖο γυνὴ Φοίνισσʼ ἐνὶ οἴκῳ,καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργα ἰδυῖα·τὴν δʼ ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον.