Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἠὲ διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια,
  2. ᾗ ἔνι ναιετάασκε πατὴρ καὶ πότνια μήτηρ,
  3. ἦ σέ γε μουνωθέντα παρʼ οἴεσιν ἢ παρὰ βουσὶν
  4. ἄνδρες δυσμενέες νηυσὶν λάβον ἠδʼ ἐπέρασσαν
  5. τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ, ὁ δʼ ἄξιον ὦνον ἔδωκε.
  6. τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·
  7. ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς,
  8. σιγῇ νῦν ξυνίει καὶ τέρπεο, πῖνέ τε οἶνον
  9. ἥμενος. αἵδε δὲ νύκτες ἀθέσφατοι· ἔστι μὲν εὕδειν,
  10. ἔστι δὲ τερπομένοισιν ἀκούειν· οὐδέ τί σε χρή,
  11. πρὶν ὥρη, καταλέχθαι· ἀνίη καὶ πολὺς ὕπνος.
  12. τῶν δʼ ἄλλων ὅτινα κραδίη καὶ θυμὸς ἀνώγει,
  13. εὑδέτω ἐξελθών· ἅμα δʼ ἠοῖ φαινομένηφι
  14. δειπνήσας ἅμʼ ὕεσσιν ἀνακτορίῃσιν ἑπέσθω.