Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  2. ἠὲ διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια,
  3. ᾗ ἔνι ναιετάασκε πατὴρ καὶ πότνια μήτηρ,
  4. ἦ σέ γε μουνωθέντα παρʼ οἴεσιν ἢ παρὰ βουσὶν
  5. ἄνδρες δυσμενέες νηυσὶν λάβον ἠδʼ ἐπέρασσαν
  6. τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ, ὁ δʼ ἄξιον ὦνον ἔδωκε.
  7. τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·
  8. ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς,
  9. σιγῇ νῦν ξυνίει καὶ τέρπεο, πῖνέ τε οἶνον
  10. ἥμενος. αἵδε δὲ νύκτες ἀθέσφατοι· ἔστι μὲν εὕδειν,
  11. ἔστι δὲ τερπομένοισιν ἀκούειν· οὐδέ τί σε χρή,
  12. πρὶν ὥρη, καταλέχθαι· ἀνίη καὶ πολὺς ὕπνος.
  13. τῶν δʼ ἄλλων ὅτινα κραδίη καὶ θυμὸς ἀνώγει,
  14. εὑδέτω ἐξελθών· ἅμα δʼ ἠοῖ φαινομένηφι
  15. δειπνήσας ἅμʼ ὕεσσιν ἀνακτορίῃσιν ἑπέσθω.
  16. νῶϊ δʼ ἐνὶ κλισίῃ πίνοντέ τε δαινυμένω τε
  17. κήδεσιν ἀλλήλων τερπώμεθα λευγαλέοισι,
  18. μνωομένω· μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ,
  19. ὅς τις δὴ μάλα πολλὰ πάθῃ καὶ πόλλʼ ἐπαληθῇ.
  20. τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
  21. νῆσός τις Συρίη κικλήσκεται, εἴ που ἀκούεις,
  22. Ὀρτυγίης καθύπερθεν, ὅθι τροπαὶ ἠελίοιο,
  23. οὔ τι περιπληθὴς λίην τόσον, ἀλλʼ ἀγαθὴ μέν,
  24. εὔβοτος, εὔμηλος, οἰνοπληθής, πολύπυρος.
  25. πείνη δʼ οὔ ποτε δῆμον ἐσέρχεται, οὐδέ τις ἄλλη
  26. νοῦσος ἐπὶ στυγερὴ πέλεται δειλοῖσι βροτοῖσιν·
  27. ἀλλʼ ὅτε γηράσκωσι πόλιν κάτα φῦλʼ ἀνθρώπων,
  28. ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξὺν
  29. οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν.
  30. ἔνθα δύω πόλιες, δίχα δέ σφισι πάντα δέδασται·
  31. τῇσιν δʼ ἀμφοτέρῃσι πατὴρ ἐμὸς ἐμβασίλευε,
  32. Κτήσιος Ὀρμενίδης, ἐπιείκελος ἀθανάτοισιν.
  33. ἔνθα δὲ Φοίνικες ναυσίκλυτοι ἤλυθον ἄνδρες,
  34. τρῶκται, μυρίʼ ἄγοντες ἀθύρματα νηῒ μελαίνῃ.
  35. ἔσκε δὲ πατρὸς ἐμοῖο γυνὴ Φοίνισσʼ ἐνὶ οἴκῳ,
  36. καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργα ἰδυῖα·
  37. τὴν δʼ ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον.
  38. πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒ
  39. εὐνῇ καὶ φιλότητι, τά τε φρένας ἠπεροπεύει
  40. θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.
  41. εἰρώτα δὴ ἔπειτα τίς εἴη καὶ πόθεν ἔλθοι·
  42. ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ·
  43. ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι,
  44. κούρη δʼ εἴμʼ Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο·
  45. ἀλλά μʼ ἀνήρπαξαν Τάφιοι ληΐστορες ἄνδρες
  46. ἀγρόθεν ἐρχομένην, πέρασαν δέ τε δεῦρʼ ἀγαγόντες
  47. τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ· ὁ δʼ ἄξιον ὦνον ἔδωκε.
  48. τὴν δʼ αὖτε προσέειπεν ἀνήρ, ὃς ἐμίσγετο λάθρη·
  49. ἦ ῥά κε νῦν πάλιν αὖτις ἅμʼ ἡμῖν οἴκαδʼ ἕποιο,
  50. ὄφρα ἴδῃ πατρὸς καὶ μητέρος ὑψερεφὲς δῶ
  51. αὐτούς τʼ; ἦ γὰρ ἔτʼ εἰσὶ καὶ ἀφνειοὶ καλέονται.
  52. τὸν δʼ αὖτε προσέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·
  53. εἴη κεν καὶ τοῦτʼ, εἴ μοι ἐθέλοιτέ γε, ναῦται,
  54. ὅρκῳ πιστωθῆναι ἀπήμονά μʼ οἴκαδʼ ἀπάξειν.
  55. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπώμνυον ὡς ἐκέλευεν.
  56. αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
  57. τοῖς δʼ αὖτις μετέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·
  58. σιγῇ νῦν, μή τίς με προσαυδάτω ἐπέεσσιν
  59. ὑμετέρων ἑτάρων, ξυμβλήμενος ἢ ἐν ἀγυιῇ,
  60. ἤ που ἐπὶ κρήνῃ· μή τις ποτὶ δῶμα γέροντι
  61. ἐλθὼν ἐξείπῃ, ὁ δʼ ὀϊσάμενος καταδήσῃ
  62. δεσμῷ ἐν ἀργαλέῳ, ὑμῖν δʼ ἐπιφράσσετʼ ὄλεθρον.
  63. ἀλλʼ ἔχετʼ ἐν φρεσὶ μῦθον, ἐπείγετε δʼ ὦνον ὁδαίων.
  64. ἀλλʼ ὅτε κεν δὴ νηῦς πλείη βιότοιο γένηται,
  65. ἀγγελίη μοι ἔπειτα θοῶς ἐς δώμαθʼ ἱκέσθω·
  66. οἴσω γὰρ καὶ χρυσόν, ὅτις χʼ ὑποχείριος ἔλθῃ·
  67. καὶ δέ κεν ἄλλʼ ἐπίβαθρον ἐγὼν ἐθέλουσά γε δοίην.
  68. παῖδα γὰρ ἀνδρὸς ἑῆος ἐνὶ μεγάροις ἀτιτάλλω,
  69. κερδαλέον δὴ τοῖον, ἅμα τροχόωντα θύραζε·
  70. τόν κεν ἄγοιμʼ ἐπὶ νηός, ὁ δʼ ὑμῖν μυρίον ὦνον
  71. ἄλφοι, ὅπῃ περάσητε κατʼ ἀλλοθρόους ἀνθρώπους.
  72. ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς δώματα καλά,
  73. οἱ δʼ ἐνιαυτὸν ἅπαντα παρʼ ἡμῖν αὖθι μένοντες
  74. ἐν νηῒ γλαφυρῇ βίοτον πολὺν ἐμπολόωντο.
  75. ἀλλʼ ὅτε δὴ κοίλη νηῦς ἤχθετο τοῖσι νέεσθαι,
  76. καὶ τότʼ ἄρʼ ἄγγελον ἧκαν, ὃς ἀγγείλειε γυναικί.
  77. ἤλυθʼ ἀνὴρ πολύϊδρις ἐμοῦ πρὸς δώματα πατρὸς
  78. χρύσεον ὅρμον ἔχων, μετὰ δʼ ἠλέκτροισιν ἔερτο.
  79. τὸν μὲν ἄρʼ ἐν μεγάρῳ δμῳαὶ καὶ πότνια μήτηρ