Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδὲ τοκήων.
  2. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  3. ἠὲ διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια,
  4. ᾗ ἔνι ναιετάασκε πατὴρ καὶ πότνια μήτηρ,
  5. ἦ σέ γε μουνωθέντα παρʼ οἴεσιν ἢ παρὰ βουσὶν
  6. ἄνδρες δυσμενέες νηυσὶν λάβον ἠδʼ ἐπέρασσαν
  7. τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ, ὁ δʼ ἄξιον ὦνον ἔδωκε.
  8. τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·
  9. ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς,
  10. σιγῇ νῦν ξυνίει καὶ τέρπεο, πῖνέ τε οἶνον