Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  2. ὢ πόποι, ὡς ἄρα τυτθὸς ἐών, Εὔμαιε συβῶτα,
  3. πολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδὲ τοκήων.
  4. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  5. ἠὲ διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια,
  6. ᾗ ἔνι ναιετάασκε πατὴρ καὶ πότνια μήτηρ,
  7. ἦ σέ γε μουνωθέντα παρʼ οἴεσιν ἢ παρὰ βουσὶν
  8. ἄνδρες δυσμενέες νηυσὶν λάβον ἠδʼ ἐπέρασσαν