Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀγρόνδʼ, οἷά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει.
  2. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  3. ὢ πόποι, ὡς ἄρα τυτθὸς ἐών, Εὔμαιε συβῶτα,
  4. πολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδὲ τοκήων.
  5. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  6. ἠὲ διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια,
  7. ᾗ ἔνι ναιετάασκε πατὴρ καὶ πότνια μήτηρ,
  8. ἦ σέ γε μουνωθέντα παρʼ οἴεσιν ἢ παρὰ βουσὶν
  9. ἄνδρες δυσμενέες νηυσὶν λάβον ἠδʼ ἐπέρασσαν
  10. τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ, ὁ δʼ ἄξιον ὦνον ἔδωκε.
  11. τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·