τὴν μὲν ἔπειτα Σάμηνδʼ ἔδοσαν καὶ μυρίʼ ἕλοντο,αὐτὰρ ἐμὲ χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐκείνηκαλὰ μάλʼ ἀμφιέσασα, ποσὶν δʼ ὑποδήματα δοῦσαἀγρόνδε προΐαλλε· φίλει δέ με κηρόθι μᾶλλον.νῦν δʼ ἤδη τούτων ἐπιδεύομαι· ἀλλά μοι αὐτῷἔργον ἀέξουσιν μάκαρες θεοὶ ᾧ ἐπιμίμνω·τῶν ἔφαγόν τʼ ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα.ἐκ δʼ ἄρα δεσποίνης οὐ μείλιχον ἔστιν ἀκοῦσαιοὔτʼ ἔπος οὔτε τι ἔργον, ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ,ἄνδρες ὑπερφίαλοι· μέγα δὲ δμῶες χατέουσινἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαικαὶ φαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι φέρεσθαιἀγρόνδʼ, οἷά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει.