Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὰρ ἐπεί ῥʼ ἥβην πολυήρατον ἱκόμεθʼ ἄμφω,
  2. τὴν μὲν ἔπειτα Σάμηνδʼ ἔδοσαν καὶ μυρίʼ ἕλοντο,
  3. αὐτὰρ ἐμὲ χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐκείνη
  4. καλὰ μάλʼ ἀμφιέσασα, ποσὶν δʼ ὑποδήματα δοῦσα
  5. ἀγρόνδε προΐαλλε· φίλει δέ με κηρόθι μᾶλλον.
  6. νῦν δʼ ἤδη τούτων ἐπιδεύομαι· ἀλλά μοι αὐτῷ
  7. ἔργον ἀέξουσιν μάκαρες θεοὶ ᾧ ἐπιμίμνω·
  8. τῶν ἔφαγόν τʼ ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα.
  9. ἐκ δʼ ἄρα δεσποίνης οὐ μείλιχον ἔστιν ἀκοῦσαι
  10. οὔτʼ ἔπος οὔτε τι ἔργον, ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ,
  11. ἄνδρες ὑπερφίαλοι· μέγα δὲ δμῶες χατέουσιν
  12. ἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαι
  13. καὶ φαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι φέρεσθαι
  14. ἀγρόνδʼ, οἷά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει.
  15. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  16. ὢ πόποι, ὡς ἄρα τυτθὸς ἐών, Εὔμαιε συβῶτα,