Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·
  2. τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
  3. Λαέρτης μὲν ἔτι ζώει, Διὶ δʼ εὔχεται αἰεὶ
  4. θυμὸν ἀπὸ μελέων φθίσθαι οἷς ἐν μεγάροισιν·
  5. ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο
  6. κουριδίης τʼ ἀλόχοιο δαΐφρονος, ἥ ἑ μάλιστα
  7. ἤκαχʼ ἀποφθιμένη καὶ ἐν ὠμῷ γήραϊ θῆκεν.
  8. ἡ δʼ ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο,
  9. λευγαλέῳ θανάτῳ, ὡς μὴ θάνοι ὅς τις ἐμοί γε
  10. ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἔρδοι.