Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἰ δὴ μνηστήρων ἐθέλεις καταδῦναι ὅμιλον,
  2. τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.
  3. οὔ τοι τοιοίδʼ εἰσὶν ὑποδρηστῆρες ἐκείνων,
  4. ἀλλὰ νέοι, χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας,
  5. αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα,
  6. οἵ σφιν ὑποδρώωσιν· ἐΰξεστοι δὲ τράπεζαι
  7. σίτου καὶ κρειῶν ἠδʼ οἴνου βεβρίθασιν.
  8. ἀλλὰ μένʼ· οὐ γάρ τίς τοι ἀνιᾶται παρεόντι,
  9. οὔτʼ ἐγὼ οὔτε τις ἄλλος ἑταίρων, οἵ μοι ἔασιν.
  10. αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,
  11. κεῖνός σε χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσει,
  12. πέμψει δʼ ὅππη σε κραδίη θυμός τε κελεύει.
  13. τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·
  14. αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο