Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • εἰ δὴ μνηστήρων ἐθέλεις καταδῦναι ὅμιλον,
  • τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.
  • οὔ τοι τοιοίδʼ εἰσὶν ὑποδρηστῆρες ἐκείνων,
  • ἀλλὰ νέοι, χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας,
  • αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα,
  • οἵ σφιν ὑποδρώωσιν· ἐΰξεστοι δὲ τράπεζαι
  • σίτου καὶ κρειῶν ἠδʼ οἴνου βεβρίθασιν.
  • ἀλλὰ μένʼ· οὐ γάρ τίς τοι ἀνιᾶται παρεόντι,
  • οὔτʼ ἐγὼ οὔτε τις ἄλλος ἑταίρων, οἵ μοι ἔασιν.
  • αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,
  • κεῖνός σε χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσει,
  • πέμψει δʼ ὅππη σε κραδίη θυμός τε κελεύει.