Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πῦρ τʼ εὖ νηῆσαι διά τε ξύλα δανὰ κεάσσαι,
  2. δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι,
  3. οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρηες.
  4. τὸν δὲ μέγʼ ὀχθήσας προσέφης, Εὔμαιε συβῶτα·
  5. ὤ μοι, ξεῖνε, τίη τοι ἐνὶ φρεσὶ τοῦτο νόημα
  6. ἔπλετο; ἦ σύ γε πάγχυ λιλαίεαι αὐτόθʼ ὀλέσθαι.
  7. εἰ δὴ μνηστήρων ἐθέλεις καταδῦναι ὅμιλον,
  8. τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.
  9. οὔ τοι τοιοίδʼ εἰσὶν ὑποδρηστῆρες ἐκείνων,