Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν ἅσσʼ ἐθέλοιεν.
  2. ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
  3. Ἑρμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντων
  4. ἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει,
  5. δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος,
  6. πῦρ τʼ εὖ νηῆσαι διά τε ξύλα δανὰ κεάσσαι,
  7. δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι,
  8. οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρηες.
  9. τὸν δὲ μέγʼ ὀχθήσας προσέφης, Εὔμαιε συβῶτα·
  10. ὤ μοι, ξεῖνε, τίη τοι ἐνὶ φρεσὶ τοῦτο νόημα
  11. ἔπλετο; ἦ σύ γε πάγχυ λιλαίεαι αὐτόθʼ ὀλέσθαι.
  12. εἰ δὴ μνηστήρων ἐθέλεις καταδῦναι ὅμιλον,
  13. τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.
  14. οὔ τοι τοιοίδʼ εἰσὶν ὑποδρηστῆρες ἐκείνων,
  15. ἀλλὰ νέοι, χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας,
  16. αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα,
  17. οἵ σφιν ὑποδρώωσιν· ἐΰξεστοι δὲ τράπεζαι
  18. σίτου καὶ κρειῶν ἠδʼ οἴνου βεβρίθασιν.
  19. ἀλλὰ μένʼ· οὐ γάρ τίς τοι ἀνιᾶται παρεόντι,
  20. οὔτʼ ἐγὼ οὔτε τις ἄλλος ἑταίρων, οἵ μοι ἔασιν.
  21. αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,