Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρίʼ ἔχοντες.
  2. αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν ἅσσʼ ἐθέλοιεν.
  3. ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
  4. Ἑρμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντων
  5. ἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει,
  6. δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος,
  7. πῦρ τʼ εὖ νηῆσαι διά τε ξύλα δανὰ κεάσσαι,
  8. δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι,
  9. οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρηες.
  10. τὸν δὲ μέγʼ ὀχθήσας προσέφης, Εὔμαιε συβῶτα·
  11. ὤ μοι, ξεῖνε, τίη τοι ἐνὶ φρεσὶ τοῦτο νόημα
  12. ἔπλετο; ἦ σύ γε πάγχυ λιλαίεαι αὐτόθʼ ὀλέσθαι.
  13. εἰ δὴ μνηστήρων ἐθέλεις καταδῦναι ὅμιλον,
  14. τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.
  15. οὔ τοι τοιοίδʼ εἰσὶν ὑποδρηστῆρες ἐκείνων,
  16. ἀλλὰ νέοι, χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας,
  17. αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα,
  18. οἵ σφιν ὑποδρώωσιν· ἐΰξεστοι δὲ τράπεζαι
  19. σίτου καὶ κρειῶν ἠδʼ οἴνου βεβρίθασιν.
  20. ἀλλὰ μένʼ· οὐ γάρ τίς τοι ἀνιᾶται παρεόντι,
  21. οὔτʼ ἐγὼ οὔτε τις ἄλλος ἑταίρων, οἵ μοι ἔασιν.
  22. αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,
  23. κεῖνός σε χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσει,
  24. πέμψει δʼ ὅππη σε κραδίη θυμός τε κελεύει.
  25. τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·
  26. αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο
  27. ὡς ἐμοί, ὅττι μʼ ἔπαυσας ἄλης καὶ ὀϊζύος αἰνῆς.
  28. πλαγκτοσύνης δʼ οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν·
  29. ἀλλʼ ἕνεκʼ οὐλομένης γαστρὸς κακὰ κήδεʼ ἔχουσιν
  30. ἀνέρες, ὅν τινʼ ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος.
  31. νῦν δʼ ἐπεὶ ἰσχανάᾳς μεῖναι τέ με κεῖνον ἄνωγας,
  32. εἴπʼ ἄγε μοι περὶ μητρὸς Ὀδυσσῆος θείοιο
  33. πατρός θʼ, ὃν κατέλειπεν ἰὼν ἐπὶ γήραος οὐδῷ,
  34. ἤ που ἔτι ζώουσιν ὑπʼ αὐγὰς ἠελίοιο,
  35. ἦ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισι.
  36. τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·
  37. τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
  38. Λαέρτης μὲν ἔτι ζώει, Διὶ δʼ εὔχεται αἰεὶ
  39. θυμὸν ἀπὸ μελέων φθίσθαι οἷς ἐν μεγάροισιν·
  40. ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο
  41. κουριδίης τʼ ἀλόχοιο δαΐφρονος, ἥ ἑ μάλιστα
  42. ἤκαχʼ ἀποφθιμένη καὶ ἐν ὠμῷ γήραϊ θῆκεν.
  43. ἡ δʼ ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο,
  44. λευγαλέῳ θανάτῳ, ὡς μὴ θάνοι ὅς τις ἐμοί γε
  45. ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἔρδοι.
  46. ὄφρα μὲν οὖν δὴ κείνη ἔην, ἀχέουσά περ ἔμπης,
  47. τόφρα τί μοι φίλον ἔσκε μεταλλῆσαι καὶ ἐρέσθαι,
  48. οὕνεκά μʼ αὐτὴ θρέψεν ἅμα Κτιμένῃ τανυπέπλῳ,
  49. θυγατέρʼ ἰφθίμῃ, τὴν ὁπλοτάτην τέκε παίδων·
  50. τῇ ὁμοῦ ἐτρεφόμην, ὀλίγον δέ τί μʼ ἧσσον ἐτίμα.
  51. αὐτὰρ ἐπεί ῥʼ ἥβην πολυήρατον ἱκόμεθʼ ἄμφω,
  52. τὴν μὲν ἔπειτα Σάμηνδʼ ἔδοσαν καὶ μυρίʼ ἕλοντο,
  53. αὐτὰρ ἐμὲ χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐκείνη
  54. καλὰ μάλʼ ἀμφιέσασα, ποσὶν δʼ ὑποδήματα δοῦσα
  55. ἀγρόνδε προΐαλλε· φίλει δέ με κηρόθι μᾶλλον.
  56. νῦν δʼ ἤδη τούτων ἐπιδεύομαι· ἀλλά μοι αὐτῷ
  57. ἔργον ἀέξουσιν μάκαρες θεοὶ ᾧ ἐπιμίμνω·
  58. τῶν ἔφαγόν τʼ ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα.
  59. ἐκ δʼ ἄρα δεσποίνης οὐ μείλιχον ἔστιν ἀκοῦσαι
  60. οὔτʼ ἔπος οὔτε τι ἔργον, ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ,
  61. ἄνδρες ὑπερφίαλοι· μέγα δὲ δμῶες χατέουσιν
  62. ἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαι
  63. καὶ φαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι φέρεσθαι
  64. ἀγρόνδʼ, οἷά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει.
  65. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  66. ὢ πόποι, ὡς ἄρα τυτθὸς ἐών, Εὔμαιε συβῶτα,
  67. πολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδὲ τοκήων.
  68. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  69. ἠὲ διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια,
  70. ᾗ ἔνι ναιετάασκε πατὴρ καὶ πότνια μήτηρ,
  71. ἦ σέ γε μουνωθέντα παρʼ οἴεσιν ἢ παρὰ βουσὶν
  72. ἄνδρες δυσμενέες νηυσὶν λάβον ἠδʼ ἐπέρασσαν
  73. τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ, ὁ δʼ ἄξιον ὦνον ἔδωκε.
  74. τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·
  75. ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς,
  76. σιγῇ νῦν ξυνίει καὶ τέρπεο, πῖνέ τε οἶνον
  77. ἥμενος. αἵδε δὲ νύκτες ἀθέσφατοι· ἔστι μὲν εὕδειν,
  78. ἔστι δὲ τερπομένοισιν ἀκούειν· οὐδέ τί σε χρή,
  79. πρὶν ὥρη, καταλέχθαι· ἀνίη καὶ πολὺς ὕπνος.
  80. τῶν δʼ ἄλλων ὅτινα κραδίη καὶ θυμὸς ἀνώγει,
  81. εὑδέτω ἐξελθών· ἅμα δʼ ἠοῖ φαινομένηφι
  82. δειπνήσας ἅμʼ ὕεσσιν ἀνακτορίῃσιν ἑπέσθω.
  83. νῶϊ δʼ ἐνὶ κλισίῃ πίνοντέ τε δαινυμένω τε
  84. κήδεσιν ἀλλήλων τερπώμεθα λευγαλέοισι,
  85. μνωομένω· μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ,
  86. ὅς τις δὴ μάλα πολλὰ πάθῃ καὶ πόλλʼ ἐπαληθῇ.
  87. τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
  88. νῆσός τις Συρίη κικλήσκεται, εἴ που ἀκούεις,
  89. Ὀρτυγίης καθύπερθεν, ὅθι τροπαὶ ἠελίοιο,
  90. οὔ τι περιπληθὴς λίην τόσον, ἀλλʼ ἀγαθὴ μέν,
  91. εὔβοτος, εὔμηλος, οἰνοπληθής, πολύπυρος.
  92. πείνη δʼ οὔ ποτε δῆμον ἐσέρχεται, οὐδέ τις ἄλλη
  93. νοῦσος ἐπὶ στυγερὴ πέλεται δειλοῖσι βροτοῖσιν·
  94. ἀλλʼ ὅτε γηράσκωσι πόλιν κάτα φῦλʼ ἀνθρώπων,
  95. ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξὺν
  96. οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν.
  97. ἔνθα δύω πόλιες, δίχα δέ σφισι πάντα δέδασται·
  98. τῇσιν δʼ ἀμφοτέρῃσι πατὴρ ἐμὸς ἐμβασίλευε,
  99. Κτήσιος Ὀρμενίδης, ἐπιείκελος ἀθανάτοισιν.
  100. ἔνθα δὲ Φοίνικες ναυσίκλυτοι ἤλυθον ἄνδρες,
  101. τρῶκται, μυρίʼ ἄγοντες ἀθύρματα νηῒ μελαίνῃ.
  102. ἔσκε δὲ πατρὸς ἐμοῖο γυνὴ Φοίνισσʼ ἐνὶ οἴκῳ,
  103. καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργα ἰδυῖα·
  104. τὴν δʼ ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον.
  105. πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒ
  106. εὐνῇ καὶ φιλότητι, τά τε φρένας ἠπεροπεύει
  107. θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.
  108. εἰρώτα δὴ ἔπειτα τίς εἴη καὶ πόθεν ἔλθοι·
  109. ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ·
  110. ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι,
  111. κούρη δʼ εἴμʼ Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο·
  112. ἀλλά μʼ ἀνήρπαξαν Τάφιοι ληΐστορες ἄνδρες
  113. ἀγρόθεν ἐρχομένην, πέρασαν δέ τε δεῦρʼ ἀγαγόντες
  114. τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ· ὁ δʼ ἄξιον ὦνον ἔδωκε.
  115. τὴν δʼ αὖτε προσέειπεν ἀνήρ, ὃς ἐμίσγετο λάθρη·
  116. ἦ ῥά κε νῦν πάλιν αὖτις ἅμʼ ἡμῖν οἴκαδʼ ἕποιο,
  117. ὄφρα ἴδῃ πατρὸς καὶ μητέρος ὑψερεφὲς δῶ
  118. αὐτούς τʼ; ἦ γὰρ ἔτʼ εἰσὶ καὶ ἀφνειοὶ καλέονται.
  119. τὸν δʼ αὖτε προσέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·
  120. εἴη κεν καὶ τοῦτʼ, εἴ μοι ἐθέλοιτέ γε, ναῦται,
  121. ὅρκῳ πιστωθῆναι ἀπήμονά μʼ οἴκαδʼ ἀπάξειν.
  122. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπώμνυον ὡς ἐκέλευεν.
  123. αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
  124. τοῖς δʼ αὖτις μετέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·
  125. σιγῇ νῦν, μή τίς με προσαυδάτω ἐπέεσσιν
  126. ὑμετέρων ἑτάρων, ξυμβλήμενος ἢ ἐν ἀγυιῇ,
  127. ἤ που ἐπὶ κρήνῃ· μή τις ποτὶ δῶμα γέροντι
  128. ἐλθὼν ἐξείπῃ, ὁ δʼ ὀϊσάμενος καταδήσῃ
  129. δεσμῷ ἐν ἀργαλέῳ, ὑμῖν δʼ ἐπιφράσσετʼ ὄλεθρον.
  130. ἀλλʼ ἔχετʼ ἐν φρεσὶ μῦθον, ἐπείγετε δʼ ὦνον ὁδαίων.
  131. ἀλλʼ ὅτε κεν δὴ νηῦς πλείη βιότοιο γένηται,
  132. ἀγγελίη μοι ἔπειτα θοῶς ἐς δώμαθʼ ἱκέσθω·