ἠῶθεν προτὶ ἄστυ λιλαίομαι ἀπονέεσθαιπτωχεύσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους.ἀλλά μοι εὖ θʼ ὑπόθευ καὶ ἅμʼ ἡγεμόνʼ ἐσθλὸν ὄπασσονὅς κέ με κεῖσʼ ἀγάγῃ· κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃπλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ.καί κʼ ἐλθὼν πρὸς δώματʼ Ὀδυσσῆος θείοιοἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ,καί κε μνηστήρεσσιν ὑπερφιάλοισι μιγείην,εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρίʼ ἔχοντες.αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν ἅσσʼ ἐθέλοιεν.ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·Ἑρμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντωνἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει,