κέκλυθι νῦν, Εὔμαιε, καὶ ἄλλοι πάντες ἑταῖροι·ἠῶθεν προτὶ ἄστυ λιλαίομαι ἀπονέεσθαιπτωχεύσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους.ἀλλά μοι εὖ θʼ ὑπόθευ καὶ ἅμʼ ἡγεμόνʼ ἐσθλὸν ὄπασσονὅς κέ με κεῖσʼ ἀγάγῃ· κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃπλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ.καί κʼ ἐλθὼν πρὸς δώματʼ Ὀδυσσῆος θείοιοἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ,καί κε μνηστήρεσσιν ὑπερφιάλοισι μιγείην,εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρίʼ ἔχοντες.αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν ἅσσʼ ἐθέλοιεν.ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·Ἑρμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντωνἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει,δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος,πῦρ τʼ εὖ νηῆσαι διά τε ξύλα δανὰ κεάσσαι,δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι,οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρηες.