Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.
  2. βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον.
  3. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·
  4. ἡ δὲ Φεὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ
  5. ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
  6. ἔνθεν δʼ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν,
  7. ὁρμαίνων ἤ κεν θάνατον φύγοι ἦ κεν ἁλώῃ.
  8. τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
  9. δορπείτην· παρὰ δέ σφιν ἐδόρπεον ἀνέρες ἄλλοι.
  10. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,