Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἕλκον δʼ ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσι.
  2. τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,
  3. λάβρον ἐπαιγίζοντα διʼ αἰθέρος, ὄφρα τάχιστα
  4. νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.
  5. βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον.
  6. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·
  7. ἡ δὲ Φεὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ
  8. ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
  9. ἔνθεν δʼ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν,
  10. ὁρμαίνων ἤ κεν θάνατον φύγοι ἦ κεν ἁλώῃ.
  11. τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
  12. δορπείτην· παρὰ δέ σφιν ἐδόρπεον ἀνέρες ἄλλοι.
  13. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  14. τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,
  15. ἤ μιν ἔτʼ ἐνδυκέως φιλέοι μεῖναί τε κελεύοι
  16. αὐτοῦ ἐνὶ σταθμῷ, ἦ ὀτρύνειε πόλινδε·
  17. κέκλυθι νῦν, Εὔμαιε, καὶ ἄλλοι πάντες ἑταῖροι·
  18. ἠῶθεν προτὶ ἄστυ λιλαίομαι ἀπονέεσθαι
  19. πτωχεύσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους.
  20. ἀλλά μοι εὖ θʼ ὑπόθευ καὶ ἅμʼ ἡγεμόνʼ ἐσθλὸν ὄπασσον
  21. ὅς κέ με κεῖσʼ ἀγάγῃ· κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃ
  22. πλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ.
  23. καί κʼ ἐλθὼν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο
  24. ἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ,
  25. καί κε μνηστήρεσσιν ὑπερφιάλοισι μιγείην,
  26. εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρίʼ ἔχοντες.
  27. αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν ἅσσʼ ἐθέλοιεν.
  28. ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
  29. Ἑρμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντων
  30. ἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει,
  31. δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος,
  32. πῦρ τʼ εὖ νηῆσαι διά τε ξύλα δανὰ κεάσσαι,
  33. δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι,
  34. οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρηες.
  35. τὸν δὲ μέγʼ ὀχθήσας προσέφης, Εὔμαιε συβῶτα·
  36. ὤ μοι, ξεῖνε, τίη τοι ἐνὶ φρεσὶ τοῦτο νόημα
  37. ἔπλετο; ἦ σύ γε πάγχυ λιλαίεαι αὐτόθʼ ὀλέσθαι.
  38. εἰ δὴ μνηστήρων ἐθέλεις καταδῦναι ὅμιλον,
  39. τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.
  40. οὔ τοι τοιοίδʼ εἰσὶν ὑποδρηστῆρες ἐκείνων,
  41. ἀλλὰ νέοι, χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας,
  42. αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα,
  43. οἵ σφιν ὑποδρώωσιν· ἐΰξεστοι δὲ τράπεζαι
  44. σίτου καὶ κρειῶν ἠδʼ οἴνου βεβρίθασιν.
  45. ἀλλὰ μένʼ· οὐ γάρ τίς τοι ἀνιᾶται παρεόντι,
  46. οὔτʼ ἐγὼ οὔτε τις ἄλλος ἑταίρων, οἵ μοι ἔασιν.
  47. αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,