Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἷσε Θεοκλύμενον· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν.
  2. Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν
  3. ὅπλων ἅπτεσθαι· τοὶ δʼ ἐσσυμένως ἐπίθοντο.
  4. ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης
  5. στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,
  6. ἕλκον δʼ ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσι.
  7. τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,
  8. λάβρον ἐπαιγίζοντα διʼ αἰθέρος, ὄφρα τάχιστα
  9. νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.
  10. βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον.
  11. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·
  12. ἡ δὲ Φεὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ
  13. ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
  14. ἔνθεν δʼ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν,