Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μνηστήρων σʼ ἐπιτηδὲς ἀριστῆες λοχόωσιν
  2. ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης.
  3. ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι.
  4. ἀλλὰ τά γʼ οὐκ ὀΐω· πρὶν καί τινα γαῖα καθέξει
  5. ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
  6. ἀλλὰ ἑκὰς νήσων ἀπέχειν εὐεργέα νῆα,
  7. νυκτὶ δʼ ὁμῶς πλείειν· πέμψει δέ τοι οὖρον ὄπισθεν
  8. ἀθανάτων ὅς τίς σε φυλάσσει τε ῥύεταί τε.
  9. αὐτὰρ ἐπὴν πρώτην ἀκτὴν Ἰθάκης ἀφίκηαι,
  10. νῆα μὲν ἐς πόλιν ὀτρῦναι καὶ πάντας ἑταίρους,
  11. αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,
  12. ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδεν.
  13. ἔνθα δὲ νύκτʼ ἀέσαι· τὸν δʼ ὀτρῦναι πόλιν εἴσω
  14. ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,
  15. οὕνεκά οἱ σῶς ἐσσὶ καὶ ἐκ Πύλου εἰλήλουθας.
  16. ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,
  17. αὐτὰρ ὁ Νεστορίδην ἐξ ἡδέος ὕπνου ἔγειρεν
  18. λὰξ ποδὶ κινήσας, καί μιν πρὸς μῦθον ἔειπεν·
  19. ἔγρεο, Νεστορίδη Πεισίστρατε, μώνυχας ἵππους
  20. ζεῦξον ὑφʼ ἅρματʼ ἄγων, ὄφρα πρήσσωμεν ὁδοῖο.