Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἴ ποτʼ ἔην· νῦν δʼ ἤδη ἀπέφθιτο λυγρῷ ὀλέθρῳ.
  2. τοὔνεκα νῦν ἑτάρους τε λαβὼν καὶ νῆα μέλαιναν
  3. ἦλθον πευσόμενος πατρὸς δὴν οἰχομένοιο.
  4. τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·
  5. οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος, ἄνδρα κατακτὰς
  6. ἔμφυλον· πολλοὶ δὲ κασίγνητοί τε ἔται τε
  7. Ἄργος ἀνʼ ἱππόβοτον, μέγα δὲ κρατέουσιν Ἀχαιῶν.
  8. τῶν ὑπαλευάμενος θάνατον καὶ κῆρα μέλαιναν
  9. φεύγω, ἐπεί νύ μοι αἶσα κατʼ ἀνθρώπους ἀλάλησθαι.
  10. ἀλλά με νηὸς ἔφεσσαι, ἐπεί σε φυγὼν ἱκέτευσα,
  11. μή με κατακτείνωσι· διωκέμεναι γὰρ ὀΐω.
  12. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  13. οὐ μὲν δή σʼ ἐθέλοντά γʼ ἀπώσω νηὸς ἐΐσης,
  14. ἀλλʼ ἕπευ· αὐτὰρ κεῖθι φιλήσεαι, οἷά κʼ ἔχωμεν.
  15. ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος,
  16. καὶ τό γʼ ἐπʼ ἰκριόφιν τάνυσεν νεὸς ἀμφιελίσσης·
  17. ἂν δὲ καὶ αὐτὸς νηὸς ἐβήσετο ποντοπόροιο.
  18. ἐν πρύμνῃ δʼ ἄρʼ ἔπειτα καθέζετο, πὰρ δὲ οἷ αὐτῷ