Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοῦ δʼ υἱεῖς ἐγένοντʼ Ἀλκμαίων Ἀμφίλοχός τε.
  2. Μάντιος αὖ τέκετο Πολυφείδεά τε Κλεῖτόν τε·
  3. ἀλλʼ ἦ τοι Κλεῖτον χρυσόθρονος ἥρπασεν Ἠὼς
  4. κάλλεος εἵνεκα οἷο, ἵνʼ ἀθανάτοισι μετείη·
  5. αὐτὰρ ὑπέρθυμον Πολυφείδεα μάντιν Ἀπόλλων
  6. θῆκε βροτῶν ὄχʼ ἄριστον, ἐπεὶ θάνεν Ἀμφιάραος·
  7. ὅς ῥʼ Ὑπερησίηνδʼ ἀπενάσσατο πατρὶ χολωθείς,
  8. ἔνθʼ ὅ γε ναιετάων μαντεύετο πᾶσι βροτοῖσιν.