Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. παντοίην φιλότητʼ· οὐδʼ ἵκετο γήραος οὐδόν,
  2. ἀλλʼ ὄλετʼ ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων.
  3. τοῦ δʼ υἱεῖς ἐγένοντʼ Ἀλκμαίων Ἀμφίλοχός τε.
  4. Μάντιος αὖ τέκετο Πολυφείδεά τε Κλεῖτόν τε·
  5. ἀλλʼ ἦ τοι Κλεῖτον χρυσόθρονος ἥρπασεν Ἠὼς
  6. κάλλεος εἵνεκα οἷο, ἵνʼ ἀθανάτοισι μετείη·
  7. αὐτὰρ ὑπέρθυμον Πολυφείδεα μάντιν Ἀπόλλων
  8. θῆκε βροτῶν ὄχʼ ἄριστον, ἐπεὶ θάνεν Ἀμφιάραος·
  9. ὅς ῥʼ Ὑπερησίηνδʼ ἀπενάσσατο πατρὶ χολωθείς,
  10. ἔνθʼ ὅ γε ναιετάων μαντεύετο πᾶσι βροτοῖσιν.
  11. τοῦ μὲν ἄρʼ υἱὸς ἐπῆλθε, Θεοκλύμενος δʼ ὄνομʼ ἦεν,
  12. ὃς τότε Τηλεμάχου πέλας ἵστατο· τὸν δʼ ἐκίχανεν
  13. σπένδοντʼ εὐχόμενόν τε θοῇ παρὰ νηῒ μελαίνῃ,
  14. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  15. ὦ φίλʼ, ἐπεί σε θύοντα κιχάνω τῷδʼ ἐνὶ χώρῳ,
  16. λίσσομʼ ὑπὲρ θυέων καὶ δαίμονος, αὐτὰρ ἔπειτα
  17. σῆς τʼ αὐτοῦ κεφαλῆς καὶ ἑταίρων, οἵ τοι ἕπονται,
  18. εἰπέ μοι εἰρομένῳ νημερτέα μηδʼ ἐπικεύσῃς·
  19. τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
  20. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  21. τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
  22. ἐξ Ἰθάκης γένος εἰμί, πατὴρ δέ μοί ἐστιν Ὀδυσσεύς,
  23. εἴ ποτʼ ἔην· νῦν δʼ ἤδη ἀπέφθιτο λυγρῷ ὀλέθρῳ.
  24. τοὔνεκα νῦν ἑτάρους τε λαβὼν καὶ νῆα μέλαιναν
  25. ἦλθον πευσόμενος πατρὸς δὴν οἰχομένοιο.
  26. τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·
  27. οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος, ἄνδρα κατακτὰς
  28. ἔμφυλον· πολλοὶ δὲ κασίγνητοί τε ἔται τε
  29. Ἄργος ἀνʼ ἱππόβοτον, μέγα δὲ κρατέουσιν Ἀχαιῶν.