Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Ἄργος ἐς ἱππόβοτον· τόθι γάρ νύ οἱ αἴσιμον ἦεν
  2. ναιέμεναι πολλοῖσιν ἀνάσσοντʼ Ἀργείοισιν
  3. ἔνθα δʼ ἔγημε γυναῖκα καὶ ὑψερεφὲς θέτο δῶμα,
  4. γείνατο δʼ Ἀντιφάτην καὶ Μάντιον, υἷε κραταιώ.
  5. Ἀντιφάτης μὲν ἔτικτεν Ὀϊκλῆα μεγάθυμον,
  6. αὐτὰρ Ὀϊκλείης λαοσσόον Ἀμφιάραον,
  7. ὃν περὶ κῆρι φίλει Ζεύς τʼ αἰγίοχος καὶ Ἀπόλλων
  8. παντοίην φιλότητʼ· οὐδʼ ἵκετο γήραος οὐδόν,
  9. ἀλλʼ ὄλετʼ ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων.
  10. τοῦ δʼ υἱεῖς ἐγένοντʼ Ἀλκμαίων Ἀμφίλοχός τε.
  11. Μάντιος αὖ τέκετο Πολυφείδεά τε Κλεῖτόν τε·
  12. ἀλλʼ ἦ τοι Κλεῖτον χρυσόθρονος ἥρπασεν Ἠὼς
  13. κάλλεος εἵνεκα οἷο, ἵνʼ ἀθανάτοισι μετείη·