Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τήν οἱ ἐπὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ἐρινύς.
  2. ἀλλʼ ὁ μὲν ἔκφυγε κῆρα καὶ ἤλασε βοῦς ἐριμύκους
  3. ἐς Πύλον ἐκ Φυλάκης καὶ ἐτίσατο ἔργον ἀεικὲς
  4. ἀντίθεον Νηλῆα, κασιγνήτῳ δὲ γυναῖκα
  5. ἠγάγετο πρὸς δώμαθʼ. ὁ δʼ ἄλλων ἵκετο δῆμον,
  6. Ἄργος ἐς ἱππόβοτον· τόθι γάρ νύ οἱ αἴσιμον ἦεν
  7. ναιέμεναι πολλοῖσιν ἀνάσσοντʼ Ἀργείοισιν
  8. ἔνθα δʼ ἔγημε γυναῖκα καὶ ὑψερεφὲς θέτο δῶμα,