οὐκέτι μέμνηται τεθνηκότος οὐδὲ μεταλλᾷ.ἀλλὰ σύ γʼ ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκασταδμῳάων ἥ τίς τοι ἀρίστη φαίνεται εἶναι,εἰς ὅ κέ τοι φήνωσι θεοὶ κυδρὴν παράκοιτιν.ἄλλο δέ τοί τι ἔπος ἐρέω, σὺ δὲ σύνθεο θυμῷ.μνηστήρων σʼ ἐπιτηδὲς ἀριστῆες λοχόωσινἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης.ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι.ἀλλὰ τά γʼ οὐκ ὀΐω· πρὶν καί τινα γαῖα καθέξειἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.ἀλλὰ ἑκὰς νήσων ἀπέχειν εὐεργέα νῆα,νυκτὶ δʼ ὁμῶς πλείειν· πέμψει δέ τοι οὖρον ὄπισθενἀθανάτων ὅς τίς σε φυλάσσει τε ῥύεταί τε.αὐτὰρ ἐπὴν πρώτην ἀκτὴν Ἰθάκης ἀφίκηαι,