Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Νηλέα τε μεγάθυμον, ἀγαυότατον ζωόντων,
  2. ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸν
  3. εἶχε βίῃ. ὁ δὲ τῆος ἐνὶ μεγάροις Φυλάκοιο
  4. δεσμῷ ἐν ἀργαλέῳ δέδετο, κρατέρʼ ἄλγεα πάσχων
  5. εἵνεκα Νηλῆος κούρης ἄτης τε βαρείης,
  6. τήν οἱ ἐπὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ἐρινύς.
  7. ἀλλʼ ὁ μὲν ἔκφυγε κῆρα καὶ ἤλασε βοῦς ἐριμύκους
  8. ἐς Πύλον ἐκ Φυλάκης καὶ ἐτίσατο ἔργον ἀεικὲς
  9. ἀντίθεον Νηλῆα, κασιγνήτῳ δὲ γυναῖκα
  10. ἠγάγετο πρὸς δώμαθʼ. ὁ δʼ ἄλλων ἵκετο δῆμον,
  11. Ἄργος ἐς ἱππόβοτον· τόθι γάρ νύ οἱ αἴσιμον ἦεν
  12. ναιέμεναι πολλοῖσιν ἀνάσσοντʼ Ἀργείοισιν
  13. ἔνθα δʼ ἔγημε γυναῖκα καὶ ὑψερεφὲς θέτο δῶμα,