Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δὴ τότε γʼ ἄλλων δῆμον ἀφίκετο, πατρίδα φεύγων
  2. Νηλέα τε μεγάθυμον, ἀγαυότατον ζωόντων,
  3. ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸν
  4. εἶχε βίῃ. ὁ δὲ τῆος ἐνὶ μεγάροις Φυλάκοιο
  5. δεσμῷ ἐν ἀργαλέῳ δέδετο, κρατέρʼ ἄλγεα πάσχων
  6. εἵνεκα Νηλῆος κούρης ἄτης τε βαρείης,
  7. τήν οἱ ἐπὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ἐρινύς.
  8. ἀλλʼ ὁ μὲν ἔκφυγε κῆρα καὶ ἤλασε βοῦς ἐριμύκους
  9. ἐς Πύλον ἐκ Φυλάκης καὶ ἐτίσατο ἔργον ἀεικὲς
  10. ἀντίθεον Νηλῆα, κασιγνήτῳ δὲ γυναῖκα
  11. ἠγάγετο πρὸς δώμαθʼ. ὁ δʼ ἄλλων ἵκετο δῆμον,
  12. Ἄργος ἐς ἱππόβοτον· τόθι γάρ νύ οἱ αἴσιμον ἦεν