Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μάντις· ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν,
  2. ὃς πρὶν μέν ποτʼ ἔναιε Πύλῳ ἔνι, μητέρι μήλων,
  3. ἀφνειὸς Πυλίοισι μέγʼ ἔξοχα δώματα ναίων·
  4. δὴ τότε γʼ ἄλλων δῆμον ἀφίκετο, πατρίδα φεύγων
  5. Νηλέα τε μεγάθυμον, ἀγαυότατον ζωόντων,
  6. ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸν
  7. εἶχε βίῃ. ὁ δὲ τῆος ἐνὶ μεγάροις Φυλάκοιο
  8. δεσμῷ ἐν ἀργαλέῳ δέδετο, κρατέρʼ ἄλγεα πάσχων
  9. εἵνεκα Νηλῆος κούρης ἄτης τε βαρείης,
  10. τήν οἱ ἐπὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ἐρινύς.
  11. ἀλλʼ ὁ μὲν ἔκφυγε κῆρα καὶ ἤλασε βοῦς ἐριμύκους
  12. ἐς Πύλον ἐκ Φυλάκης καὶ ἐτίσατο ἔργον ἀεικὲς
  13. ἀντίθεον Νηλῆα, κασιγνήτῳ δὲ γυναῖκα
  14. ἠγάγετο πρὸς δώμαθʼ. ὁ δʼ ἄλλων ἵκετο δῆμον,
  15. Ἄργος ἐς ἱππόβοτον· τόθι γάρ νύ οἱ αἴσιμον ἦεν
  16. ναιέμεναι πολλοῖσιν ἀνάσσοντʼ Ἀργείοισιν
  17. ἔνθα δʼ ἔγημε γυναῖκα καὶ ὑψερεφὲς θέτο δῶμα,
  18. γείνατο δʼ Ἀντιφάτην καὶ Μάντιον, υἷε κραταιώ.
  19. Ἀντιφάτης μὲν ἔτικτεν Ὀϊκλῆα μεγάθυμον,
  20. αὐτὰρ Ὀϊκλείης λαοσσόον Ἀμφιάραον,
  21. ὃν περὶ κῆρι φίλει Ζεύς τʼ αἰγίοχος καὶ Ἀπόλλων
  22. παντοίην φιλότητʼ· οὐδʼ ἵκετο γήραος οὐδόν,
  23. ἀλλʼ ὄλετʼ ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων.
  24. τοῦ δʼ υἱεῖς ἐγένοντʼ Ἀλκμαίων Ἀμφίλοχός τε.
  25. Μάντιος αὖ τέκετο Πολυφείδεά τε Κλεῖτόν τε·
  26. ἀλλʼ ἦ τοι Κλεῖτον χρυσόθρονος ἥρπασεν Ἠὼς
  27. κάλλεος εἵνεκα οἷο, ἵνʼ ἀθανάτοισι μετείη·
  28. αὐτὰρ ὑπέρθυμον Πολυφείδεα μάντιν Ἀπόλλων
  29. θῆκε βροτῶν ὄχʼ ἄριστον, ἐπεὶ θάνεν Ἀμφιάραος·
  30. ὅς ῥʼ Ὑπερησίηνδʼ ἀπενάσσατο πατρὶ χολωθείς,
  31. ἔνθʼ ὅ γε ναιετάων μαντεύετο πᾶσι βροτοῖσιν.
  32. τοῦ μὲν ἄρʼ υἱὸς ἐπῆλθε, Θεοκλύμενος δʼ ὄνομʼ ἦεν,
  33. ὃς τότε Τηλεμάχου πέλας ἵστατο· τὸν δʼ ἐκίχανεν
  34. σπένδοντʼ εὐχόμενόν τε θοῇ παρὰ νηῒ μελαίνῃ,