Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ αὐτὸς καλέων δεῦρʼ εἴσεται, οὐδέ ἕ φημι
  2. ἂψ ἰέναι κενεόν· μάλα γὰρ κεχολώσεται ἔμπης.
  3. ὣς ἄρα φωνήσας ἔλασεν καλλίτριχας ἵππους
  4. ἂψ Πυλίων εἰς ἄστυ, θοῶς δʼ ἄρα δώμαθʼ ἵκανε.
  5. Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνων ἐκέλευσεν·
  6. ἐγκοσμεῖτε τὰ τεύχεʼ, ἑταῖροι, νηῒ μελαίνῃ,
  7. αὐτοί τʼ ἀμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοῖο.
  8. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
  9. αἶψα δʼ ἄρʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.
  10. ἦ τοι ὁ μὲν τὰ πονεῖτο καὶ εὔχετο, θῦε δʼ Ἀθήνῃ
  11. νηῒ πάρα πρυμνῇ· σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρ
  12. τηλεδαπός, φεύγων ἐξ Ἄργεος ἄνδρα κατακτάς,
  13. μάντις· ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν,