Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πρὶν ἐμὲ οἴκαδʼ ἱκέσθαι ἀπαγγεῖλαί τε γέροντι.
  2. εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·
  3. οἷος κείνου θυμὸς ὑπέρβιος, οὔ σε μεθήσει,
  4. ἀλλʼ αὐτὸς καλέων δεῦρʼ εἴσεται, οὐδέ ἕ φημι
  5. ἂψ ἰέναι κενεόν· μάλα γὰρ κεχολώσεται ἔμπης.
  6. ὣς ἄρα φωνήσας ἔλασεν καλλίτριχας ἵππους
  7. ἂψ Πυλίων εἰς ἄστυ, θοῶς δʼ ἄρα δώμαθʼ ἵκανε.
  8. Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνων ἐκέλευσεν·
  9. ἐγκοσμεῖτε τὰ τεύχεʼ, ἑταῖροι, νηῒ μελαίνῃ,
  10. αὐτοί τʼ ἀμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοῖο.
  11. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,