Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς φάτο, Νεστορίδης δʼ ἄρʼ ἑῷ συμφράσσατο θυμῷ,
  2. ὅππως οἱ κατὰ μοῖραν ὑποσχόμενος τελέσειεν.
  3. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·
  4. στρέψʼ ἵππους ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης,
  5. νηῒ δʼ ἐνὶ πρύμνῃ ἐξαίνυτο κάλλιμα δῶρα,
  6. ἐσθῆτα χρυσόν τε, τά οἱ Μενέλαος ἔδωκε·
  7. καί μιν ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·
  8. σπουδῇ νῦν ἀνάβαινε κέλευέ τε πάντας ἑταίρους,
  9. πρὶν ἐμὲ οἴκαδʼ ἱκέσθαι ἀπαγγεῖλαί τε γέροντι.
  10. εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·
  11. οἷος κείνου θυμὸς ὑπέρβιος, οὔ σε μεθήσει,
  12. ἀλλʼ αὐτὸς καλέων δεῦρʼ εἴσεται, οὐδέ ἕ φημι
  13. ἂψ ἰέναι κενεόν· μάλα γὰρ κεχολώσεται ἔμπης.
  14. ὣς ἄρα φωνήσας ἔλασεν καλλίτριχας ἵππους
  15. ἂψ Πυλίων εἰς ἄστυ, θοῶς δʼ ἄρα δώμαθʼ ἵκανε.
  16. Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνων ἐκέλευσεν·
  17. ἐγκοσμεῖτε τὰ τεύχεʼ, ἑταῖροι, νηῒ μελαίνῃ,
  18. αὐτοί τʼ ἀμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοῖο.
  19. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
  20. αἶψα δʼ ἄρʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.
  21. ἦ τοι ὁ μὲν τὰ πονεῖτο καὶ εὔχετο, θῦε δʼ Ἀθήνῃ
  22. νηῒ πάρα πρυμνῇ· σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρ
  23. τηλεδαπός, φεύγων ἐξ Ἄργεος ἄνδρα κατακτάς,
  24. μάντις· ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν,
  25. ὃς πρὶν μέν ποτʼ ἔναιε Πύλῳ ἔνι, μητέρι μήλων,
  26. ἀφνειὸς Πυλίοισι μέγʼ ἔξοχα δώματα ναίων·
  27. δὴ τότε γʼ ἄλλων δῆμον ἀφίκετο, πατρίδα φεύγων
  28. Νηλέα τε μεγάθυμον, ἀγαυότατον ζωόντων,
  29. ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸν