Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ᾤχετʼ, Ὀδυσσῆος μεγαθύμου φαίδιμον υἱὸν
  2. νόστου ὑπομνήσουσα καὶ ὀτρυνέουσα νέεσθαι.
  3. εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸν
  4. εὕδοντʼ ἐν προδόμῳ Μενελάου κυδαλίμοιο,
  5. ἦ τοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ·
  6. Τηλέμαχον δʼ οὐχ ὕπνος ἔχε γλυκύς, ἀλλʼ ἐνὶ θυμῷ
  7. νύκτα διʼ ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν.
  8. ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·