Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἴκαδε νοστήσει καὶ τίσεται· ἠὲ καὶ ἤδη
  2. οἴκοι, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει.
  3. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  4. οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης·
  5. τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην.
  6. ἦ καὶ ἐφʼ ἵπποιϊν μάστιν βάλεν· οἱ δὲ μάλʼ ὦκα
  7. ἤϊξαν πεδίονδε διὰ πτόλιος μεμαῶτες.
  8. οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
  9. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·
  10. ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
  11. υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.
  12. ἔνθα δὲ νύκτʼ ἄεσαν ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.
  13. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  14. ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον,