Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἴκαδε νοστήσει καὶ τίσεται· ἠὲ καὶ ἤδη
  2. οἴκοι, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει.
  3. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  4. οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης·
  5. τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην.
  6. ἦ καὶ ἐφʼ ἵπποιϊν μάστιν βάλεν· οἱ δὲ μάλʼ ὦκα
  7. ἤϊξαν πεδίονδε διὰ πτόλιος μεμαῶτες.