Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.
  2. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  3. καὶ λίην κείνῳ γε, διοτρεφές, ὡς ἀγορεύεις,
  4. πάντα τάδʼ ἐλθόντες καταλέξομεν· αἲ γὰρ ἐγὼν ὣς
  5. νοστήσας Ἰθάκηνδε, κιχὼν Ὀδυσῆʼ ἐνὶ οἴκῳ,
  6. εἴποιμʼ ὡς παρὰ σεῖο τυχὼν φιλότητος ἁπάσης
  7. ἔρχομαι, αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσθλά.