Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δὴ τότε Τηλέμαχος καὶ Νέστορος ἀγλαὸς υἱὸς
  2. ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον,
  3. ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου.
  4. τοὺς δὲ μετʼ Ἀτρεΐδης ἔκιε ξανθὸς Μενέλαος,
  5. οἶνον ἔχων ἐν χειρὶ μελίφρονα δεξιτερῆφι,
  6. ἐν δέπαϊ χρυσέῳ, ὄφρα λείψαντε κιοίτην.
  7. στῆ δʼ ἵππων προπάροιθε, δεδισκόμενος δὲ προσηύδα·
  8. χαίρετον, ὦ κούρω, καὶ Νέστορι ποιμένι λαῶν
  9. εἰπεῖν· ἦ γὰρ ἐμοί γε πατὴρ ὣς ἤπιος ἦεν,
  10. ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.
  11. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·