Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς εἰποῦσʼ ἐν χερσὶ τίθει, ὁ δʼ ἐδέξατο χαίρων.
  2. καὶ τὰ μὲν ἐς πείρινθα τίθει Πεισίστρατος ἥρως
  3. δεξάμενος, καὶ πάντα ἑῷ θηήσατο θυμῷ·
  4. τοὺς δʼ ἦγε πρὸς δῶμα κάρη ξανθὸς Μενέλαος.
  5. ἑζέσθην δʼ ἄρʼ ἔπειτα κατὰ κλισμούς τε θρόνους τε.
  6. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
  7. καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
  8. νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  9. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα·
  10. εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων·
  11. πὰρ δὲ Βοηθοΐδης κρέα δαίετο καὶ νέμε μοίρας·
  12. οἰνοχόει δʼ υἱὸς Μενελάου κυδαλίμοιο.
  13. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  14. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  15. δὴ τότε Τηλέμαχος καὶ Νέστορος ἀγλαὸς υἱὸς
  16. ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον,
  17. ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου.
  18. τοὺς δὲ μετʼ Ἀτρεΐδης ἔκιε ξανθὸς Μενέλαος,
  19. οἶνον ἔχων ἐν χειρὶ μελίφρονα δεξιτερῆφι,
  20. ἐν δέπαϊ χρυσέῳ, ὄφρα λείψαντε κιοίτην.
  21. στῆ δʼ ἵππων προπάροιθε, δεδισκόμενος δὲ προσηύδα·
  22. χαίρετον, ὦ κούρω, καὶ Νέστορι ποιμένι λαῶν
  23. εἰπεῖν· ἦ γὰρ ἐμοί γε πατὴρ ὣς ἤπιος ἦεν,
  24. ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.
  25. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  26. καὶ λίην κείνῳ γε, διοτρεφές, ὡς ἀγορεύεις,
  27. πάντα τάδʼ ἐλθόντες καταλέξομεν· αἲ γὰρ ἐγὼν ὣς
  28. νοστήσας Ἰθάκηνδε, κιχὼν Ὀδυσῆʼ ἐνὶ οἴκῳ,
  29. εἴποιμʼ ὡς παρὰ σεῖο τυχὼν φιλότητος ἁπάσης
  30. ἔρχομαι, αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσθλά.
  31. ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,
  32. αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον,
  33. ἥμερον ἐξ αὐλῆς· οἱ δʼ ἰΰζοντες ἕποντο
  34. ἀνέρες ἠδὲ γυναῖκες· ὁ δέ σφισιν ἐγγύθεν ἐλθὼν
  35. δεξιὸς ἤϊξε πρόσθʼ ἵππων· οἱ δὲ ἰδόντες
  36. γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.
  37. τοῖσι δὲ Νεστορίδης Πεισίστρατος ἤρχετο μύθων·
  38. φράζεο δή, Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
  39. ἢ νῶϊν τόδʼ ἔφηνε θεὸς τέρας ἦε σοὶ αὐτῷ.
  40. ὣς φάτο, μερμήριξε δʼ ἀρηΐφιλος Μενέλαος,
  41. ὅππως οἱ κατὰ μοῖραν ὑποκρίναιτο νοήσας.
  42. τὸν δʼ Ἑλένη τανύπεπλος ὑποφθαμένη φάτο μῦθον·
  43. κλῦτέ μευ· αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ
  44. ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω.
  45. ὡς ὅδε χῆνʼ ἥρπαξʼ ἀτιταλλομένην ἐνὶ οἴκῳ
  46. ἐλθὼν ἐξ ὄρεος, ὅθι οἱ γενεή τε τόκος τε,
  47. ὣς Ὀδυσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς
  48. οἴκαδε νοστήσει καὶ τίσεται· ἠὲ καὶ ἤδη
  49. οἴκοι, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει.
  50. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  51. οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης·
  52. τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην.
  53. ἦ καὶ ἐφʼ ἵπποιϊν μάστιν βάλεν· οἱ δὲ μάλʼ ὦκα
  54. ἤϊξαν πεδίονδε διὰ πτόλιος μεμαῶτες.
  55. οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
  56. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·
  57. ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
  58. υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.
  59. ἔνθα δὲ νύκτʼ ἄεσαν ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.
  60. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  61. ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον,
  62. ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·
  63. μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἄκοντε πετέσθην.
  64. αἶψα δʼ ἔπειθʼ ἵκοντο Πύλου αἰπὺ πτολίεθρον·
  65. καὶ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν·
  66. Νεστορίδη, πῶς κέν μοι ὑποσχόμενος τελέσειας
  67. μῦθον ἐμόν; ξεῖνοι δὲ διαμπερὲς εὐχόμεθʼ εἶναι
  68. ἐκ πατέρων φιλότητος, ἀτὰρ καὶ ὁμήλικές εἰμεν·
  69. ἥδε δʼ ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ἐνήσει.
  70. μή με παρὲξ ἄγε νῆα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ,
  71. μή μʼ ὁ γέρων ἀέκοντα κατάσχῃ ᾧ ἐνὶ οἴκῳ